# Pars Vi Cod Digby 6 30-44

Corpus Parisinum, Pars Vi Cod Digby 6, 30 to 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/30

Γραῦς θεασαμένη μειράκιον εἰς τὰ ἄστρα νυκτὸς προσβλέποντα ἐν τῷ βαδίζειν καὶ διὰ τοῦτο εἰς ὀχετὸν ἐμπεσόντα " ὦ τέκνον," εἶπεν, " ἵνα τὰ ὑπὲρ σεαυτὸν ἴδῃς οὐδὲ τὰ κατὰ σεαυτὸν εἶδες." Ὁ αὐτὸς θεασάμενος μάχαιραν ἐρριμμένην ἔφη· " τίς σε ἀπώλεσεν ἢ τίνα σύ;" Ὁ αὐτὸς θεασάμενος νεανίσκον καλλωπιζόμενον ἔφη· " εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς." Ὁ αὐτὸς θεασάμενος μειράκιον εὔμορφον καὶ διὰ τοῦτο φιλούμενον ἔφη· " ὦ μειράκιον, σπούδασον τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὴν ψυχὴν μεταγαγεῖν." Ὁ αὐτὸς κατανοήσας μειράκιον ἐπὶ πολυτελείᾳ τῆς χλαμύδος σεμνυνόμενον " οὐ παύσῃ," ἔφη, " μειράκιον ἐπὶ προβάτου σεμνυνόμενος ἀρετῇ;" Ὁ αὐτὸς προσελθών τινι μειράκιῳ μεταβεβρωκότι τὰ πατρῷα εἶτα αὐτὸν δέκα δραχμάς, τοῦ δὲ τὴν αἰτίαν ἐρομένου δι’ ἣν παρὰ μὲν τῶν ἄλλων ὀβολὸν λαμβάνει, παρὰ δὲ αὐτοῦ δραχμὰς δέκα αἰτεῖ, εἶπεν· " ὅτι παρὰ μὲν τῶν ἄλλων ἐλπίζω λήψεσθαι πολλάκις, παρὰ δὲ σοῦ οὐκέτι." Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ἐν ἀνθρώποις πλούσιος εἶπεν· " ὁ αὐτάρκης." Δεῖ πάντα μὲν ἀκούειν, ἐκλέγειν δὲ τὰ κρείττονα. Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ Ἀριστίππου τί αὐτῷ ἐγένετο ἐκ φίλοσοφίας εἶπε· " τὸ πλουτεῖν μηδὲ ὀβολὸν ἔχοντα." Ὁ αὐτὸς ἀκούσας τινὸς λέγοντος ὡς χαλεπὸν τὸ ζῆν " οὐ μὲν οὖν," ἔφη, " τὸ ζῆν κακόν, ἀλλὰ τὸ ζῆν κακῶς." Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι· " καταγελῶσί σου οἱ ἄνθρωποι" ἔφη· " ἐγὼ δὲ οὐ καταγελῶμαι." Ὁ αὐτὸς πρὸς τὸν λοιδορούμενον αὐτῷ " ἀλλ’ οὔτε μοί," ἔφη, " πιστεύει τις εὐφημοῦντί σε οὔτε σοὶ ἐμὲ βλασφημοῦντι." Ὁ αὐτὸς ἐρωτώμενος πῶς ἄν τις ἀμύναιτο τὸν ἐχθρὸν εἶπεν· " εἰ σύ γε καλὸς καὶ ἀγαθὸς αὐτῷ γένοιο." Ὁ αὐτὸς ἔλεγεν· " εἰ τὸ θανεῖν με μένει καὶ τὸ ζεῖν με λυπεῖ τί μάτην οὐκ αἰτοῦμαι κέρδος τὸν τῆς λύπης χρόνον;" Ὁ αὐτὸς ἐλθών ποτε εἰς Μέγαρα καὶ θεασάμενος Μεγαρέων τὰ πρόβατα διφθέραις εἱλημένα, τοὺς δὲ υἱοὺς αὐτῶν γυμνοὺς αὐτὰ ποιμαίνοντας ἔφη· " κρεῖσσόν ἐστι Μεγαρέων κριὸν εἶναι ἢ υἱόν."

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
