# Pars Vi Cod Digby 6 52-65

Corpus Parisinum, Pars Vi Cod Digby 6, 52 to 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/52
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/52

Ὁ αὐτὸς ἐπικαλουμένου τινὸς τὸν θάνατον ἐπὶ τέκνων ἀπωλείᾳ ἔφη· " τί αὐτὸν καλεῖς, ἄνθρωπε, ὃν κἂν μὴ καλέσῃς ἥξει;" Ὁ αὐτὸς τοῦ ἀδελφοῦ εἰπόντος κατ’ ὀργὴν οὐ πρότερον ἀποθανεῖσθαι εἰ μὴ ἀμυνεῖται αὐτὸν " ἀλλ’ ἐγώ," ἔφη, " οὐ πρότερον ἀποθανοῦμαι εἰ μή σε φιλαίτατον ποιήσομαι." Ἐμπεδοκλῆς ὁ φυσικὸς πρὸς τὸν λέγοντα ὅτι " οὐδένα σοφὸν εὑρεῖν δύναμαι" " κατὰ λόγον," εἶπε, " τὸν γὰρ ζητοῦντα σοφὸν αὐτὸν πρότερον εἶναι δεῖ σοφόν." Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί σφόδρα ἀγανακτεῖ κακῶς ἀκούων ἔφη· " ὅτι οὐδὲ ἐπαινούμενος αἰσθήσομαι εἰ μὴ κακῶς ἀκούων ἀχθήσομαι." Ἐφιάλτης ὁ τῶν Ἀθηναίων δημαγωγὸς χειροτονηθεὶς προστάτης ὑπὸ τοῦ δήμου παρῃτήσατο τὴν φιλίαν τῶν ἑταίρων φάμενος μὴ δύνασθαι τὸ κοινὸν συμφέρον διαφυλάσσειν καὶ φιλίας δίκαια συντηρεῖν. Εὐμενὴς ὁ βασιλεὺς ἔλεγε τοῖς ἀδελφοῖς διὰ παντός " ἐὰν μὲν ὡς βασιλεῖ προσφέρησθε ὡς ἀδελφοῖς ὑμῖν χρήσομαι, ἐὰν δὲ ὡς ἀδελφῳ ἐγῶ ὑμῖν ὡς βασιλεύς." Ζήνων ὁ στωϊκὸς φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος τῶν γνωρίμων " πῶς ἂν μηδὲν ἄδικον πράττοιμεν;" εἶπεν· " ἐὰν διὰ παντὸς ὑπολαμβάνητέ μοι συμπαρεῖναι ὑμῖν." Ὁ αὐτὸς ἔφη τὴν μὲν ὅρασιν ἀπὸ τοῦ ἀέρος λαμβάνειν τὸ φῶς, τὴν δὲ ψυχὴν ἀπὸ τῶν μαθημάτων. Ζήνων ὁ Κιτιεὺς περιπεσὼν ναυαγίῳ καὶ τὰ ὄντα ἀπολέσας οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλ’ " εὖ γε," εἶπεν," ὦ τύχη, ὅτι συνέστειλας ἡμᾶς εἰς τὸ τριβώνιον τοῦτο." Ζήθι, ὦ ἄνθρωπε, μὴ μόνον ἵνα φάγῃς καὶ πίῃς, ἀλλ’ ἵνα τὸ ζῆν πρὸς τὸ εὖ ζῆν καταχρήσῃ. Ζητεῖν δεῖ ἄνδρα καὶ γυναῖκα καὶ τέκνα τὰ μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου παραμένοντα. Ὁ αὐτὸς ἔφη μὴ δεῖν ζητεῖν τοὺς ἀνθρώπους οἵ τινες ἐκ μεγάλης πόλεώς εἰσιν, ἀλλ’ εἰ μεγάλης πόλεως ἅξιοι. Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ἄριστος σύμβουλος ἔφη· " ὁ καιρός." Διαγόρας ἐν τῷ πλέειν χειμαζομένου τοῦ σκάφους καὶ τῶν ἐπιβατῶν λεγόντων ὅτι " διὰ τοῦ ἀνδρὸς τούτου ἀπολλύμεθα" δείξας πλησίον ἕτερον πλοῖον κινδυνεῦον εἶπε· " μήτι κἀκείνοις Διαγόρας συμπλέει;"

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
