# Pars Vi Cod Digby 6 86-102

Corpus Parisinum, Pars Vi Cod Digby 6, 86 to 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/86
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-digby-6/86

Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἄν τις ἀτυχίαν ἄριστα φέροι ἔφη· " εἰ τοὺς ἐχθροὺς χείρονα πράττοντας βλέποι." Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν " ἐὰν ἃ τοῖς ἄλλοις," ἔφη, " ἐπιτιμῶμεν αὐτοὶ μὴ δρῶμεν." Ἱέρων ὁ Σικελὸς τύραννος Ξενοφάνους τοῦ Κολοφωνίου ποιητοῦ ψέγοντος Ὅμηρον ἡρώτησεν αὐτόν· " πόσους ἔχεις οἰκέτας;" τοῦ δὲ εἰπόντος δύο καὶ τούτους μόγις τρέφειν " οὐκ αἰσχύνῃ," φησίν, " Ὅμηρον ψέγων ὁς μετηλλαχὼς πλείονας ἢ μυρίους τρέφει;" Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ὁ εὐδαίμων ἔφη· " ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος." Ὁ αὐτὸς ἔλεγε· " μεγάλους δεῖ λαμβάνειν μισθοὺς μαθητῶν τοὺς διδασκάλους παρὰ μὲν τῶν εὐφυῶν ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν ὅτι πολὺν κόπον παρέχουσιν." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστιν ἔργον ῥήτορος εἶπε· " τὰ μικρὰ μὲν μεγάλα ποιῆσαι, τὰ δὲ μείζονα μικρὰ τῷ λόγῳ." Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι ὁ δῆμος ὑπὸ τῶν ῥητόρων διαρπάζεται ἔφη· " τί θαυμαστὸν εἰ Κόρακος ἐφευρόντος τὴν ῥητορικὴν οἰ ἀπ’ ἐκείνου κόρακές εἰσιν;" Ὁ αὐτὸς κάλλος εἶπεν εἶναι τῆς ψυχῆς τὴν δικαιοσύνην. Ὁ αὐτὸς ὀνειδιζόμενος ὅτι πολλοὺς ῥητορεύειν διδάξας ἐπένετο εἶπεν· " οὔτε γὰρ ἐδίδαξα φιλαργυρεῖν." Ὁ αὐτὸς ἀκρόασιν ποιούμενος εἶπε τριῶν ἐστοχάσθαι· τοὺς συνετοὺς ὠφελῆσαι. Τοὺς ἀπείρους διδάξαι, τοὺς φθονεροὺς λυπῆσαι. Ἰατρὸν καὶ φίλον ἡγοῦ τοὺς ἐν ἀνάγκαις σπουδαίους. Κότυς ὁ τῶν Θρᾳκῶν βασιλεὺς Θηβαίων σεμνυνομένων ὅτι Λακεδαιμονίων ἠγήσαντο " ἐγώ," φησίν, " ἑώρακα χειμάρρους ποταμοὺς μείζους τῶν αἐνάων γενομένους, ἀλλ’ ὀλίγον χρόνον." Ὁ αὐτὸς ἐρωτηθεὶς τί αὐτῳ γέγονεν ἐκ φιλοσοφίας ἔφη· " τὸ ἀνεπιτάκτως ποιεῖν ἅ τινες διὰ τὸν ἐκ τῶν νόμων φόβον ποιοῦσιν." Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖος τῶν θανάτων κακὸς ἔφη· " ὁ ἀπὸ τῶν νόμων ἐπαγόμενος." Ὁ αὐτὸς ἐρωτώμενος " τίνι καταλιμπάνεις τὸ βασίλειον;" ἔφη· " τῷ δυναμένῳ." Κικέρων εἶπε· " καλῶς ποιεῖν ἁπλῆ ἐργασία, λέγειν δὲ καὶ ποιεῖν διπλῆ." Ὁ αὐτὸς ἐρωτηθεὶς τί εἴη ποιητικῆ εἶπε· " λαλοῦσα ζωγραφία."

---

Corpus Parisinum, Pars Vi Cod Digby 6. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000892.
