# Pars Vi Cod Par Gr 1168 108-117

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 108 to 117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/108
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/108

Λεωνίδης ὁ Λακεδαιμόνιος ὀλίγους ἔχων στρατιώτας εἰς τὴν πρὸς τοὺς Πέρσας μάχην ἐξεπορεύετο· εἰπόντος δέ τινος ὅτι μετ’ ὀλίγων παντελῶς ἐκπορεύεται εἶπεν· " ἀλλὰ μετὰ βουλομένων." Ὁ αὐτὸς χωλὸν ἔχων τὸ σκέλος ἐπὶ παράταξιν προῆγεν· εἰπόντων δέ τινων ὅτι " τοιοῦτος ὢν πῶς ἐπὶ παράταξιν ἀπῄεις;" εἶπεν· " οὐ φευγόντων, ἀλλ’ ἑστώτων χρεία." Λάκων ἀσθενῶς τὸ σῶμα διακείμενος ἐπὶ παράταξιν προῆγεν· λεγόντων δέ τινων αὐτῷ " ποῦ τοιοῦτος ὢν πορεύῃ;" ἔφη· " ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν." Ὁ αὐτὸς παιδαγωγὸς ἐρωτηθεὶς ὑπό τινος τί διδάσκει τοὺς παῖδας εἶπε· " τὰ καλὰ αὐτοῖς ἡδέα φαίνεσθαι." Λύσιππος ὁ ἀνδριαντοποιὸς ἐρωτηθεὶς ὑπό τινος " διὰ τί δήμῳ ἀνδριάντα ποιῶν ὦτα οὐ περιέθηκας;" εἶπε· " δῆμος ἀκοῇ οὔποτε τίθεται, αὐθαδείᾳ δὲ μᾶλλον." Λᾶσος ὁ Ἑρμιονεὺς ἐρωτηθεὶς ὑπό τινος τί εἴη σοφώτατον " πεῖρα" ἔφη. Λαβών τι παρά τινος εὐθὺς ἀπόδος ἵνα πάλιν λάβῃς. Λόγος πραγμάτων ἑρμηνεύς· τῶν φαύλων οὖν ἔργων καὶ τοὺς λόγους παραιτητέον· καὶ ὃ οὐκ ἂν πράξῃς μηδὲ δείξῃς. Λυπεῖν ἑκουσίως τοὺς φίλους ἀφροσύνης ἴδιον ὑπάρχει. Λάλει τὰ μέτρια καὶ μὴ λάλει ἃ μή σε δεῖ.

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
