# Pars Vi Cod Par Gr 1168 118-125

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 118 to 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/118
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/118

Μένανδρος ἐρωτηθεὶς τί διαφέρουσιν ἀλλήλων Σοφοκλῆς καὶ Εὐριπίδης εἶπεν ὅτι Σοφοκλῆς μὲν τέρπεσθαι ποιεῖ τοὺς ἀνθρώπους, Εὐριπίδης δὲ σκυθρωπάζειν τοὺς ἀκροατάς. Ὁ αὐτὸς ἀφυοῦς ζωγράφου λέγοντος αὐτῷ " κονίασόν σου τὴν οἰκίαν ἵνα αὐτὴν ζωγραφήσω" ἔφη· " οὐ μὲν οὖν, ἀλλὰ πρότερον αὐτὴν ζωγράφησον ἵνα μετὰ ταῦτα ἐγὼ αὐτὴν κονιάσω." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστι κακὸν διδασκάλιον εἶπε· " τύφος." Μητρόδωρος ἔλεγεν· " ἅμα τὴν ἐπαγγελίαν ποιητέον καὶ τὴν δόσιν συναπτέον· ἐπαγγελίαν γὰρ ἀνατεινομένην οὐκέτι σφραγίζεται χάρις." Γεγόναμεν ἅπαξ· δὶς δὲ οὐκ ἔτι γενέσθαι· δεῖ δὲ τὸν αἰῶνα μηκέτι εἶναι· σὺ δὲ τῆς αὔριον οὐκ ὢν κύριος ἀναβάλλῃ τὸν καιρόν· ὁ δὲ πάντων βίος μελλησμῷ παραπόλλυται καὶ διὰ τοῦτο ἕκαστος ἡμῶν ἀσχολούμενος ἀποθνήσκει. Μὴ ζήτει γίνεσθαι τὰ γινόμενα ὡς θέλεις, ἀλλὰ θέλε ὡς ἂν τὰ γινόμενα γίνεται. Μὴ φεῦγε μικρὰ χαρίζεσθαι· δόξεις γὰρ καὶ περὶ τὰ μεγάλα τοιοῦτος εἶναι. Μηδενὶ πονηρῷ πράγματι προστῇς ἢ συνηγορήσῃς· δόξεις γὰρ καὶ αὐτὸς τοιαῦτα πράττειν οἷα τοῖς ἄλλοις πράττουσι βοηθεῖς.

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
