# Pars Vi Cod Par Gr 1168 126-133

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 126 to 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/126
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/126

Νικοκλῆς κακοῦ τινος ἰατροῦ λέγοντος ὅτι μεγάλην δύναμιν ἔχει ἔφη· " πῶς γὰρ οὐ μέλλεις λέγειν ὡς τοσούτους ἀνῃρηκὼς ἀνεύθυνος γέγονας;" Ὁ αὐτὸς τοὺς ἰατροὺς εὐτυχεῖς ἔλεγεν ὅτι τὰς μὲν ἐπιτυχίας αὐτῶν ὁ ἥλιος ὁρᾷ, τὰς δὲ ἀποτυχίας ἡ γῆ καλύπτει. Νομικῷ φλυάρῳ ἔφη τις· " οὐ δεῖ ἐν πολλοῖς λέγειν ὀλίγα, ἀλλ’ ἐν ὀλίγοις πολλά." Νεανίσκου ἐν συμποσίῳ πολλὰ λαλοῦντός τις τῶν συνανακειμένων εἶπεν· " εἰ τοσαῦτα ἐφρόνεις ὅσα λαλεῖς οὐκ ἂν τοσαῦτα ἠσχημόνεις." Νεανίσκου ἐν θεάτρῳ ἐναβρυνομένου καὶ λέγοντος " πολλοῖς ὡμίλησα σοφοῖς" εἶπέ τις· " κἀγὼ πολλοῖς πλουσίοις, ἀλλὰ πλούσιος οὔκ εἰμι." Ὁ αὐτὸς τοῖς παισὶ συνεβούλευεν αἰδῶ δεῖν καταλιπεῖν ἢ χρυσόν. Ὁ αὐτὸς ἔφη· " οὐ καλὸν πεπαιδευμένον ἐν ἀπαιδεύτοις διαλέγεσθαι ὥσπερ οὐδὲ νήφοντα μεθύουσιν." Ὁ αὐτὸς ἔφη δεῖν κρίναντας φιλεῖν ἢ φιλήσαντας κρίνειν.

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
