# Pars Vi Cod Par Gr 1168 145-154

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 145 to 154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/145
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/145

Οἰνοπίδης ὁρῶν μειράκιον πολλὰ βιβλία κτώμενον ἔφη· " μὴ τῇ κιβωτῷ, ἀλλὰ τῷ στήθει." Ὁ αὐτὸς ἔλεγε· " τὰ βιβλία τῶν μὲν μεμαθηκότων ὑπομνήματά εἰσι, τῶν δὲ ἀμαθῶν μνήματα." Ὁ αὐτὸς λέγοντος αὐτῷ τινος ὅτι " φιλῶ σε" " ἄλλος," ἔφη, " αἴτιος, οὐκ ἐγώ." Ὁ αὐτὸς εἶπε· " τὸν νοῦν παραίτιον δαίμονα τοῖς μὲν οὖν πεπαιδευμένοις ἀγαθόν, τοῖς δὲ ἀπαιδεύτοις κακὸν δεῖ εἶναι." Ὁ αὐτὸς πρὸς τὸν συμβουλευόμενον ὑπὲρ τοῦ γαμεῖν ἔφη· " ὥσπερ οἱ ἰχθύες, ὦ νεανίσκε, οἱ περὶ τοὺς κύρτους οἱ μὲν ἔξωθεν ὄντες βούλονται εἰσελθεῖν, οἱ δὲ ἔνδον ὄντες βούλονται ἐξελθεῖν, οὕτω καὶ σὺ ὅρα μὴ τὸ αὐτὸ πάθῃς." Ὁ αὐτὸς ἔφη· " ὁποία ἡ φύσις τοῦ ἀνθρώπου ἐστὶ τοιοῦτος καὶ ὁ λόγος." Ὁ αὐτὸς καταδικασθεὶς ὑπὸ Ἀθηναίων κατακρημνισθῆναι τῆς γυναικὸς Ξανθίππης κλαιούσης καὶ λεγούσης " ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις" εἶπε πρὸς αὐτήν· " σὺ οὖν ἐβούλου με δικαίως ἀποθνῄσκειν;" Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος " πότε μᾶλλον ἀγωνιᾷς;" εἶπεν· " ὅταν πρὸς ἥττονας λέγω· ληφθέντι γὰρ μέγα ὄνειδος ἐπακολουθεῖ, νικήσαντι δὲ οὐκ ἴσος ἔπαινος." Ὁ αὐτὸς ἔφη· " καλόν ἐστι συζῆν γυναικὶ θυμώδει χάριν ἀσκήσεως· καὶ γὰρ τοὺς ἱππέας ἐθίζεσθαι δεῖ τραχέσιν ἵπποις κεχρῆσθαι· τούτων γὰρ κρατήσαντες καὶ τῶν ἄλλων ῥᾳδίως κρατήσουσιν." Ὁ αὐτὸς εἰπόντος αὐτῷ τινος ὅτι " Ἀθηναῖοί σου θάνατον ἐψηφίσαντο" ἔφη· " πρὸ αὐτῶν δὲ ἡ φύσις."

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
