# Pars Vi Cod Par Gr 1168 166-175

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 166 to 175. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/166
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/166

Ῥώμυλος ἐγκαλούμενος ὅτι πονηροῖς ἀνθρώποις σύνεστιν ἔφη· " καὶ οἱ ἰατροὶ τοῖς νοσοῦσιν, ἀλλ’ αὐτοὶ ὑγιαίνουσιν." Ὁ αὐτὸς ἔφη τὸν μὲν κέραμον ἐκ τοῦ κόμπου δοκιμάζεσθαι, τὸν δὲ ἄνθρωπον ἐκ τοῦ λόγου. Ὁ αὐτὸς ἔφη τὴν ἀρετὴν ἀδέσποτον εἶναι. Ὁ αὐτὸς νεανίσκον ἰδὼν ἀθλητικὸν οἴνῳ καὶ κρεοφαγίᾳ καὶ ἀσκήσει σάρκα πολλὴν ὑποτρέφοντα εἶπεν· " ὦ δαιμόνιε, παῦσαι καθ’ ἑαυτοῦ ποιῶν τὸ δεσμωτήριον ἰσχυρόν." Ῥώμην μεγίστην καὶ πλοῦτον τὴν ἐγκράτειαν κτῆσαι. Ῥυπαρὸς ὑπάρχων οὐχ ἕξεις ἄριστον φίλον. Ῥᾳδίως μὴ μακαρίσῃς ἄνθρωπον σαλεύοντα ἐπὶ φίλοις ἢ τέκνοις ἤ τινι τῶν ἐφήμερον τὴν σωτηρίαν ἐχόντων· ἐπισφαλῆ γὰρ τὰ τοιαῦτα, τὸ δὲ ἐφ’ ἑαυτοῦ ὀχεῖσθαι τοῦ θεοῦ μόνου βέβαιον. Ὁ αὐτὸς παρεκελεύετο τοῖς ἀνθρώποις ταχέως ἐκ τοῦ βίου ἀπιέναι ὥσπερ ἐκ συμποσίου πρὸ τῆς παροινίας. Ὁ αὐτὸς ἐρωτηθεὶς ποία πόλις ἄριστα διοικεῖται ἔφη· " οἱ μὲν ἄνθρωποι νόμοι, οἱ δὲ νόμοι ἄνθρωποι. Ὁ αὐτὸς ἔφη τὰ πάθη τοῖς ἀνθρώποις μαθήματα εἶναι περὶ τὸν βίον· πολλοὶ γὰρ οὐ δυνάμενοι τῷ λόγῷ προορᾶν τὸ μέλλον τῷ πάσχειν ᾔσθοντο τὰ πράγματα.

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
