# Pars Vi Cod Par Gr 1168 17-26

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 17 to 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/17

Βίας Πριηνεὺς εἶπε· " μακάριός ἐστιν ὁ πλουτῶν καὶ ὧν ἐπιθυμεῖ ἀπολαύων· ὁ δε μὴ ἐπιθυμῶν μακαριώτερος." Ὁ αὐτὸς ἐρωτηθεὶς τί μερὶς τῶν ἀνθρώπου ἀγαθῶν εἶπε· " τὸ καλῶς ἀποθανεῖν." Ὁ αὐτὸς ἔλεγεν ἀτυχῆ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα. Ὁ αὐτὸς ἐρωτηθεὶς τί δυσχερὲς " τὴν ἐπὶ τὸ χεῖρον," ἔφη, " μεταβολὴν εὐγενῶς ὑπενεγκεῖν." Ὁ αὐτὸς ἔλεγε τὸ μὲν ἰσχυρὸν τῷ σώματι γενέσθαι φύσεως ἔργον, τὸ δὲ λέγειν τὰ συμφέροντα τῇ πατρίδι ψυχῆς ἴδιον καὶ φρονήσεως. Ὁ αὐτὸς συμπλέων ποτὲ ἀσεβέσι χειμαζομένης τῆς νηὸς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων " σιγᾶτε," ἔφη, " μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας." Ὁ αὐτὸς ἔλεγε τὸν βίον οὕτω μετρίως καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους· καὶ φιλεῖν ὡς μισήσοντας, τοὺς γὰρ πλείστους εἶναι κακούς· καὶ μισεῖν ὡς φιλήσοντας, μεταβάλλειν γὰρ τοὺς πολλοὺς ἐπὶ τὸ κρεῖσσον. Ὁ αὐτός ἀποθνήσκων ἐν Λαμψάκῳ ἠρωτήθη εἰ ἐκεῖ τὸν βίον ἐκλιπὼν δυσφορεῖ, ὁ δὲ ἔφη· " οὐ· πανταχόθεν γὰρ ἴση ἐστὶν ἡ εἰς Αἵδην ὁδός." Βέλτιον κτῆμα φίλου πιστοῦ τῶν ὄντων οὐδέν. Βούλου πᾶσιν ἀρέσκειν καὶ μὴ σαυτῷ μόνῳ.

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
