# Pars Vi Cod Par Gr 1168 37-47

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 37 to 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/37
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/37

Δεῖ πάντα μὲν ἀκούειν, ἐκλέγειν δὲ τὰ κρείττονα. Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπὸ Ἀριστίππου τί αὐτῷ ἐγένετο ἐκ φιλοσοφίας εἶπε· " τὸ πλουτεῖν μηδὲ ὀβολὸν ἔχοντα." Ὁ αὐτὸς ἀκούσας τινὸς λέγοντος ὡς χαλεπὸν τὸ ζῆν " οὔ μὲν οὖν," ἔφη, " τὸ ζῆν κακόν, ἀλλὰ τὸ ζῆν κακῶς." Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι " καταγελῶσί σου οἱ ἄνθρωποι" ἔφη· " ἐγὼ δὲ οὐ καταγελῶμαι." Ὁ αὐτὸς πρὸς τὸν λοιδουρούμενον αὐτῷ " ἀλλ’ οὔτε ἐμοί," ἔφη, " πιστεύει τις εὐφημοῦντί σε οὔτε σοὶ ἐμὲ βλασφημοῦντι." Ὁ αὐτὸς ἐρωτώμενος πῶς ἄν τις ἀμύναιτο τὸν ἐχθρὸν εἶπεν· " εἰ σύ γε καλὸς καὶ ἀγαθὸς αὐτῷ γένοιο." Ὁ αὐτὸς ἔλεγεν· " εἰ τὸ θανεῖν με μένει καὶ τὸ ζῆν με λυπεῖ τί μάτην οὐκ αἰτοῦμαι κέρδος τὸν τῆς λύπης χρόνον;" Ὁ αὐτὸς ἐλθών ποτε εἰς Μέγαρα καὶ θεασάμενος Μεγαρέων τὰ πρόβατα διφθέραις εἱλημένα, τοὺς δὲ υἱοὺς αὐτῶν γυμνοὺς αὐτὰ ποιμαίνοντας ἔφη· " κρεῖσσόν ἐστι Μεγαρέων κριὸν εἶναι ἢ υἱόν." Δημήτριος ὁ Φαληρεὺς εἶπε τοὺς ἀστείους τῶν νέων ἐν μὲν ταῖς οἰκίαις τοὺς γονεῖς δεῖ μιμεῖσθαι, ἐν δὲ τῇ ὁδῷ τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς. Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τί δυσκολώτατόν ἐστιν ἐν βίῳ εἶπεν· " ὁ τῇ σιωπῇ ὤν." Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος τίνι οἱ φιλόπονοι τῶν ῥᾳθύμων διαφέρουσιν εἶπεν· " ὡς οἱ εὐσεβεῖς τῶν ἀσεβῶν ἐλπίσιν ἀγαθαῖς."

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
