# Pars Vi Cod Par Gr 1168 78-87

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 78 to 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/78
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/78

Θεόφραστος μεμφομένης αὐτὸν τῆς γυναικὸς αὐτοῦ ὅτι τὸν υἱὸν οὐ προσίεται ἄχρηστον ὄντα καὶ λεγούσης ὅτι ἐξ αὐτοῦ εἴη ἀποπτύσας " καὶ γὰρ τοῦτο," εἶπεν, " ἐξ ἐμοῦ, ἀλλ’ οὐ χρήσιμον." Θεόκριτος ὁ Χῖος ἀφυοῦς ποιητοῦ ἀκρόασιν ποιουμένου ἐρωτώμενος ὑπ’ αὐτοῦ ποῖά ἐστι τὰ καλῶς εἰρημένα ἔφη· " ἃ παρέλιπες." Θαλῆς ἐρωτηθεὶς τί πρεσβύτατον τῶν ὄντων ἔφη· " θεός· ἀγέννητος γάρ·" κάλλιστον· " κόσμος· ποίημα γὰρ θεοῦ·" μέγιστον· " ὁ κόσμος· ἅπαντα γὰρ χωρεῖ·" ταχύτατον· " νοῦς· διὰ παντὸς γὰρ τρέχει·" ἰσχυρότατον· " ἀνάγκη· κρατεῖ γὰρ ἁπάντων·" σοφώτατον· " ὁ χρόνος· ἀνευρίσκει γὰρ πάντα·" Οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν· " σὺ οὖν," ἔφη τις, " διὰ τί οὐκ ἀποθνήσκεις;" " ὅτι," εἶπεν, " οὐδὲν διαφέρει." Ὁ αὐτὸς πρὸς τὸν πυθόμενον τί πρῶτον γεγένηται νὺξ ἢ ἡμέρα " ἡ νύξ," ἔφη, " μιᾷ ἡμέρᾳ προτέρα." Ὁ αὐτὸς ἐρωτηθεὶς εἰ δύναται λανθάνειν θεοὺς ἄνθρωπος ἀδικῶν " ἀλλ’ οὐδὲ διανοούμενος" ἔφη. Ὁ αὐτὸς πρὸς τὸν μοιχὸν ἐρώμενον εἰ ὀμόσει μὴ μεμοιχευκέναι " οὐ χεῖρον," ἔφη, " ἐπιορκίας μοιχεία." Ὁ αὐτὸς ἐρωτηθεὶς τί δύσκολον ἔφη· " τὸ ἑαυτὸν γνῶναι·" τί εὔκολον· " τὸ ἄλλῳ ὑποθέσθαι·" τί δὲ ἥδιστον· " τὸ ἐπιτυγχάνειν·" τί θεῖον· " τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχον·" τί δὲ δύσκολον εἴη τεθεαμένος " γέροντα," ἔφη, "τύραννον." Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἄν τις ἀτυχίαν ἄριστα φέροι ἔφη· " εἰ τοὺς ἐχθροὺς χείρονα πράττοντας βλέποι." Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν " ἐὰν ἃ τοῖς ἄλλοις," ἔφη, " ἐπιτιμῶμεν αὐτοὶ μὴ δρῶμεν."

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
