# Pars Vi Cod Par Gr 1168 88-96

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168, 88 to 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/88
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/corpus-parisinum/pars-vi-cod-par-gr-1168/88

Ἱέρων ὁ Σικελὸς τύραννος Ξενοφάνους τοῦ Kολοφωνίου ποιητοῦ λέγοντος Ὅμηρον ἠρώτησεν αὐτόν· " πόσους ἔχεις οἰκέτας;" τοῦ δὲ εἰπόντος δύο καὶ τούτους μόγις τρέφειν " οὐκ αἰσχύνῃ," φησίν, " Ὅμηρον ψέγων ὃς μετηλλαχὼς πλείονας ἢ μυρίους τρέφει;" Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ὁ εὐδαίμων ἔφη· " ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος." Ὁ αὐτὸς ἐλέγε· " μεγάλους δεῖ λαμβάνειν μισθοὺς μαθητῶν τοὺς διδασκάλους παρὰ μὲν τῶν εὐφυῶν ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν ὅτι πολὺν κόπον παρέχουσιν." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστιν ἔργον ῥήτορος εἶπε· " τὰ μικρὰ μὲν μεγάλα ποιῆσαι, τὰ δὲ μείζονα μικρὰ τῷ λόγῳ." Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι ὁ δῆμος ὑπὸ τῶν ῥητόρων διαρπάζεται ἔφη· " τί θαυμαστὸν εἰ Κόρακος ἐφευρόντος τὴν ῥητορικὴν οἱ ἀπ’ ἐκείνου κόρακές εἰσιν;" Ὁ αὐτὸς κάλλος εἶπεν εἶναι τῆς ψυξῆς τὴν δικαιοσύνην. Ὁ αὐτὸς ὀνειδιζόμενος ὅτι πολλοὺς ῥητορεύειν διδάξας ἐπένετο εἶπεν· " οὔτε γὰρ ἐδίδαξα φιλαργυρεῖν." Ὁ αὐτὸς ἀκρόασιν ποιούμενος εἶπε τριῶν ἐστοχάσθαι· τοὺς συνετοὺς ὠφελῆσαι, τοὺς ἀπείρους διδάξαι, τοὺς φθονεροὺς λυπῆσαι. Ἰατρὸν καὶ φίλον ἡγοῦ τοὺς ἐν ἀνάγκαις σπουδαίους.

---

Corpus Parisinum, Pars Vi Cod Par Gr 1168. Text: Open Greek Corpus, from Sharing Ancient Wisdoms, CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc000893.
