# Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 167.6-169.10

Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3), 167.6 to 169.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cougny-appendix-nova/appendix-nova-epigrammatum-didot-anthologia-graeca-vol-3/167.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cougny-appendix-nova/appendix-nova-epigrammatum-didot-anthologia-graeca-vol-3/167.6

403 ΑΛΛΟ. Θ. Κ. Ἐνταῦθα κεῖμαι τῆς Ἀθηναίων χθονὸς Ἑρμῆς πολίτης εἴκοσι ζήσας ἔτη· μνήμης δὲ τύμβον τεῦξε Κάλλιστος φίλος. 404 ΑΛΛΟ. ἀ[δ]ῖον οἶκον τε[υ]ξάμην τῇ φι[λ]τάτῃ Ψόφαξ ὁ κληθεὶς· ταῦτα τοῖς φίλοις λέγω· Παῖξον, τρῦφησον, ζῆσον· ἀποθανεῖν σε δεῖ. 406 ΑΛΛΟ. Ἐπταέτους ὁ τάφος παιδὸς πατρὸς τε σὺν αὐτῷ· Μαρκελλῖνος ἦν ἀμφοτέρων ὄνομα· ἄλλοι μὲν στεφάνοισι, χοαῖς, δακρύοισι τε καὶ ψδαῖς τιμῶσιν τὸν σόν, Μαρκελλῖνε, τάφον· ἀντὶ χοῶν δ’ ὁ πατὴρ ψυχὴν ἰδίαν ἐπέδωκεν, κοινὸν ἔχειν ἐθέλων ὄνομα καὶ θάνατον. 407 ΑΛΛΟ. σεμ[ν]ῇ συν[ε]ύγω· οὐς σύνη[γ]αγεν γάμω Ἐνθάδε Σωσιπάτρα κεῖμαι ἐπὶ σήματι τῷδε, Μοίρης ἀμβροσίης ἐκτελέσσα μίτον. 408 ΑΛΛΟ. Τίκτομαι ἐν Παγαῖς καὶ οὐνο[μα τοῦτο κ]αλοῦμαι καὶ [θ]νήσκω π[η]γὰς δυσμ[ενέ]εσσι βο[α]ῖς. 409 ΑΛΛΟ. Ἑστὼς διςτάζεις τίς ὑπεστίν τῷδ’ ὑπὸ τύμβῳ; — Ἄνθρω εὐ ζήσας τρεῖς ἐτῶν δεκάδας, τοῦνομ’ Ἀπολλοφάνης, πίστει μέγας ἥδ’ ἐτι δόξη, ὃς προλέγει θνητοῖς εὐφροσύνης μετέχειν. Κύπρ[ι]ς, κυροῦντα[ς] ἄλλον ἐξ ἄλλ[η]ς χ[ο]υ[ν]ός, Τὴν δ’ ἐπιτυμβίδιον θῆκεν χάριν, ὃν τρέφε παῖδα· τοῦνομα καὶ τέχνην ἦν Διόδωρος ὧδε. 410 ΑΛΛΟ. α. Κλαίει μὲν σ’ ὁ τεκνῶν, κλαίει δ’ Ἄγαθάγγελος μυρόμενος φιλὴν τερπνοτάτην ἀλόχου, [ὄνηρ μύρονται σ’ ἀδελφοὶ Μηνᾶς καὶ Δάψιλος ἄμφω ἥδ’ ὅσοι σ’ ἐφίλουν κήπθεον διόλου. Γηραλέη δέ, κόμην πολὺν πάλ[λ]ουσα, καθ’ ὥραν ἡροὺν ἄμφι τεόν, Μοῦσα, χέω δάκρυα λέκ[τ]ρον τ’ ἔδωκε μέχρι τέλους ἐπ[ή]ρατον. Βά[λ]λε, ὦ παροδῖτα, [δ]ά[κ]ρ[υ]ο[ν] ἐντυχόν γραφα[τ]ι. 405 ΑΛΛΟ. Πόλεων μὲν εἰμὶ δύο πολίτης ἐπιφανῶν, Πρυμνησέων τε καὶ σοφῶν Κοτιαέων, θρεπτὸς γενόμενος Ζωτικοῦ, Λεωνίδης 9. Κεῖται δὴ, τέκνον καλόν, προλιποῦσα τοκήας ἡσύχιος, κενδὸς καὶ μελίχως ἥδὲ σοφιστής. 412 ΑΛΛΟ. Αἰαῖ συλλέκτροι σαόφρονος, αἰαῖ ἀνύρου δαίμονος, ὃς ζωᾶς εἶλε φίλαν ἀλόχον· καὶ σὺ μὲν, ὦ πάντιμε, γόνων ἀπάτερθεν ἰαύεις,

---

Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000896.
