# Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 227.7-228.51

Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3), 227.7 to 228.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cougny-appendix-nova/appendix-nova-epigrammatum-didot-anthologia-graeca-vol-3/227.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cougny-appendix-nova/appendix-nova-epigrammatum-didot-anthologia-graeca-vol-3/227.7

κάνταῦθα συνέκρυψεν, ὡς νέφει, λῃφ τὸν ἐν γυναιξὶ λαμπρὸν ἄλλον φωσφόρον, τὴν μᾶλλον ἀστράψαντα ἀνθράκους λίθου, ἐκπτωτὸς ἔσται τῆς Ἑδὲν κληρουχίας, συγχλητικῶν τε πατέρων καὶ πλουσίων· ἐκ δ᾽ αὐ ψυχῆς πέφυκεν εὐγενεστέρας, πάσαις χάρισιν ἀρετῶν κεκασμένης. Ἐκάλλυνε δὲ τὴν φύσιν προαιρέσει 10 καὶ κατεκόσμε λαμπρότητα τοῦ γένους τῶν ἀρετῶν χάρισι παντοιοτρόποις. Ἀλλ᾽ οὐδὲ πλοῦτος οὐδὲ λαμπρότης γένους, οὐκ ἀρετῶν χάριτες, οὐ δόξα βίου, ἴσχυσαν αὐτῷ τοῦ τέλους πεφθαρτοῦ 15 θάνατον ἀμύνασθαι τὸν βροτοκτόνον, καὶ τὰς ἀρὰς δέξαιτο τὰς τῶν πατέρων ἀλλὰ φθάνει καὶ τοῦτον αἴρει τοῦ μέσου καὶ τῷ παρόντι κατακαλύπτει τῷ τάφῳ φλόγα βαλὼν ἀσβεστον ἐν τῇ καρδία, καὶ σπλάγχνα τῆς τῆς ταλαίνης συζύγου 20 στέρψιν ἀνδρὸς ἀγαθοῦ λυπουμένης καὶ τὴν μόνωσιν, πρὸς δὲ τὴν ἀτεχνίαν. Γείτονες αὐτὸν δακρύουσι καὶ φίλοι, ζητοῦσι τὸν τροφῆτα πτωχοὶ καὶ ξένοι. Ἀλλ᾽ οὐδὲ τὰ δάκρυα τὰ τῆς συζύγου, 25 οὐ τοὺς σδυρμοὺς τῶν φίλων καὶ τῶν ξένων καὶ χεῖρ θεοῦ ποινίμος αὐτὸν προφθάσοι. θάνατος οἰκτείρησεν, ἀλλὰ παρίδεν· ἔχει γὰρ ἀμελίκτον ὄντος καρδίαν. Σὺ δ᾽ ὅστις εἶ καὶ τόνδε τὸν τάφον βλέπεις, τὸ τοῦ βίου μάταιον ἔνθα μανθάνων, 30 τοῦ τεθνεῶτος ὑπερύχου προορῶν, ὅπως λύσιν εὑροῖτο τῶν ἐπταισμένων καὶ στάσεως τύχοιτο τῆς δεξιτέρας ἐν τῇ δικαίᾳ τοῦ θεοῦ φρικτῇ κρίσει, Ὀανῶν ἔτος τρέχοντος ἡλίου τότε 35 τοῦ γυροκόσμου χιλιοστὸν ἐξάκις 746 ΑΛΛΟ. σὺν τοῖς ἑκατὸν ἀκολουθοῦς ἑπτάκις χρόνοις πάλιν ἐξ τοῦδε προσθεσιμένοις. Ἔνατον ἡμαρ ἤν Ἰανουαρίου, ἰνδικτος ἡ πρώτη δὲ συνισταμένη, 40 ὅτε ψυχὴν δέδωκε χερσὶν ἀγγέλων. 747 ΓΕΩΡΓΙΟΥ. Οὐ δοξομανῶν ἀφρόνως ἐπηρμένον ἔστησα κακῶς λιθόσύνθετον τάφον. Τίς γὰρ λόγος σκύληχος εὐτελεστάτου, ἐὰν ἐν τόπῳ κρύπτωτο κοσμιωτάτῳ; Τὸν νυνὸν ὅστις τοῦτον εἰσίεις, ξένη, 5 Ἄλλα συνειδώς, ὡς ὑπόψοι λιθοῖ γνώμην ἐμὴν κάμψουσιν εἰς κλήρου μνήμην καὶ δακρύων ῥόθιον ἐλκύσουσί μοι, δεῦρο πρόσσελθε, τόνδε τὸν τάφον σκόπει· ἀνδρὶ γὰρ ἐνδον οὐ κλέος μέγα φέρει,

---

Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000896.
