# Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3) 32.12-33.23

Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3), 32.12 to 33.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cougny-appendix-nova/appendix-nova-epigrammatum-didot-anthologia-graeca-vol-3/32.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cougny-appendix-nova/appendix-nova-epigrammatum-didot-anthologia-graeca-vol-3/32.12

φαμὶ σὲ νυν κατιδεῖν εὐξυνέτοις πραπίσι, κρίναντ' ἱητρῶν σοφὰ δόγματα καὶ τὸ περισσὸν ἐκ βύβλων ψυχῆς ὄμματι ὀρεψάμενον, 5 Εὐξάδος τ', Ἀργαῖε, πορεῖν γάνος ἀμερίοισιν οἴνας, γυιοπαγεῖς ῥυόμενον καμάτους· ἄνθ' ὧν σοῦ τέχνας ἐρατὸν κλέος οὔποτ' ὀλεῖται, λαμπρότερον δ' ἄστρων ἔσσεται οὐρανίων. . ΑΛΛΟ. Παλλάς Ἔρεχθεϊδᾶν ἀρχαγ[έτι, σὸ]ν κατὰ ναὸν Εἰκόνα σου, Πολύκλεις, ἄνὰ παστάδα τάνδε πολῖται θῆκαν· ὁ μυρίετς δ' οὐ μαχρανεῖ σε χρόνος· ἐν βουλαῖς μὲν ἄριστον, ἀγῶσι δὲ τοῖς περὶ πάτρας ἄλκιμον, ἐν δὲ βίῳ σώφρονα δερκόμενοι. . ΑΛΛΟ. Εἰς δρόμος, εἰς στέφανος· νίκης κρίσις ἀμφοτέροι- ἔλλαχεν ἰσοταχὴς· ὄνομα δ' Ἱππόλυτος. [συν Ταῦτα δὲ κηρύσσοντος ἀκούσας Εὐάγρος ἡμῶν στήσεν ἀγωνοθέτης εἰκόνας ἀμφοτέρων. . ΑΛΛΟ. ἄδε το[ι ἑ]δρύθη φιλέτερα Ἡρ[ακλέ]ους, Εὐσεβέων κλήροι, Ποσιδώνιε, τρίς σε λαχόντα δέρχομαι, ἐν Διδύμοις στέμμασιν ἀθανάτοις, τοῖον ὃν Ἀπόλλων σε προφήτην ἠσπάζατ' αὐτός, λῆμμα, κρίσιν μητρὸς τ' εὐσεβῆν δικάσας· 5 οὐ κλέος οὐδ' αἰὼν ἐπιλήσεται· ἄνδρα γὰρ εἶδεν τῶν πρὶν λειτουργῶν οὐδενὶ λειπόμενον. Βουταδῶν ἐτύμων ἐξ αἵμ[ατος], ὃς [γ]ενέτωρ μὲν τάχος ἔφυ στρατιᾶς πεντάκι Πausίμαχος, 5 τοι πρόγονοι δ' ἄνθησαν ἐν Αἰγείδαισι· Λυκοῦργος χὼ χθονὶ τιμᾶεις Ἀθῴδι· Διογένης, ὧν τῷ μὲν ῥήτωρ λόγος ἄνδανεν, τοῦ δὲ δι' ἔργα ἔδραχεν ἀρχαίαν πατρὶς ἐλευθερίαν. 147 ΑΛΛΟ. στεφθεὶς καρύχην, τοὔνομ' Ἀκεστορίδης. Καὶ μὰν καὶ Λουσοὶ με κατέστερον ἤδ' Ἐπίδαυρος καὶ Φενεὸς Νεμέα τ' ἔχεν ἀθλοφόρον· ὅ δὲ τόθ' Ἑρμοκρέοντος ἐς υἱέα λείπετο πύλων αἴμα παλαιογενέων κραιπνοῦ Ἐριχθονίου. 149 ΑΛΛΟ. Λαμπάδα νικήσας σὺν ἐφήβοις τήνδ' ἀνέθηκα Εὐτυχίδης, πατὶς ὤν Εὐτυχίδου Ἀσθμονεύς. 150 ΑΛΛΟ. Διφίλου Ἀνθεμίων τόνδ' ὕππον θεοῖς ἀνέθηκεν, Σοῦ λάμπει μὲν δόξα, καλοῖς δ' ἐσθλὰν χάριν ἔργοις θητικοῦ ἀντὶ τέλους ἱππᾶδ' ἀμειψάμενος. 151 ΑΛΛΟ. Ἀμφότερ', ὄρχεῦμην τε καὶ ἐν Μούσαις ἐδίδασκον ἄνδρας· δδ' αὐλητὰς ἤν Ἄναχος Φιαλεύς. Εἰμὶ δὲ Βαχχείδας Σικυώνιος· ἥ ρα θεοῖσιν τῷ Σικυῶνι καλὸν τοῦτ' ἀνέκειτο γέρας. 152 ΑΛΛΟ.

---

Cougny Appendix Nova, Appendix nova epigrammatum (Didot Anthologia Graeca vol. 3). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000896.
