# Fragmenta 1-23

Crates, Fragmenta, 1 to 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/crates-comic/fragmenta-4/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/crates-comic/fragmenta-4/1

νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις ὅκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ γλυκύτατον δ’, ὦ Ζεῦ, βασιλείου μύρου. οὐκ ἔστι μοι λυχνίδιον. Κράτης ἐν Γείτοσιν. Poll. 10, 118 δῆλον ὅτι λυχνία εἴρηκεν, ἀλλ’ οὐ λύχνους μικρούς. εἰ σοφὸς ᾖ ὡς Κράτης εἴρηκεν ἐν Γείτοσιν. Pollux 7, 179. τὸ πεσσοῖς παίζειν Κράτης εἶπεν ἐν Γείτοσιν. Pollux 7, 204. οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. Bekker. Anecd. 352, 2 et Suidas ἀθάρην· οὐκ ἀθήραν (ἀθαρὴν Bernhardy) τὴν ἐρεικτὴν καλοῦσιν. Κράτης Ἥρωσιν. τρύβλιον Meinek.] τρυβλίον. Herodian. I 357, 15 Lentz. τὸν αὐχέν’ ἐκ γῆς ἀνεκὰς εἰς αὐτοὺς βλέπων. ᾿ξιπίδι κοπραγωγῷ Pollux 10, 175 καὶ ᾿ξιπίδα ὁ ἄν τις φαίη πλέγμα τι ψιάθῳ ἢ φορμῷ παραπλήσιον. Κράτης δ’ ἐν τοῖς Ἥρωσιν ἔφη ῥ. κ. Athenaeus 6, 267e οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι, ὅτι οὐκ ἦν τότε δούλων χρεία, τοιάδ’ ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ πάμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων ὥσπερ διὰ τοῦ παιωνίου ἐπὶ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται 5 εἰς τὴν πύελον. ἐρεῖ δὲ θύδωρ ‘ἀνέχετε’. ἔπειτ’ ἀλάβαστος εὐθέως ἥξει μύρου αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα. καὶ τῶν ῥαφάνων ἔψειν χρὴ *** ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δ’ ἄπο χεῖρας ἔχεσθαι. B. οὐκ ἄρ’ ἔτ’ οὐδὲν κρέας, ὡς ὑμεῖς λέγετ’, οὐδ’ ὁτιοῦν ἐδόμεσθα, οὐδ’ ἐξ ἀγορᾶς οὐδὲ τάκωνας ποιησόμεθ’ οὐδ’ ἀλλᾶντας; ἡμίεκτόν ἐστι χρυσοῦ, μανθάνεις, ὀκτὼ βολοί. Etymol. m. 698, 9 πωγωνιήτης· πώγων πώγωνος πωγωνίτης. λέγουσι δέ τινες ὅτι ἀπὸ τῶν εἰς ὢν ληγόντων οὐκ ἔχει γεγονέναι πωγωνία. Κράτης γοῦν (δ’ οὖν) ἐν Μετοίκοις λειποπωγωνία ἔφη. δύναται οὖν ὥσπερ οἰκία οἰκιάτης, οὕτω πωγωνία πωγωνιάτης καὶ πωγωνιήτης γενέσθαι. λιποπωγωνία Sylburg. ‘iambico metro magis congruit prima correpta.‘ ξειν δ’ ἐν ἀνδρικοῖς χοροῖσι τὴν κυνητίνθ’, ὥσπερ εἰκός, τοὺς καλοὺς φιλοῦσ’ ἀεί. τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν λόγος ἄλλος ὅδ’ ἐστιν.

---

Crates Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000900.
