# Fragmenta 2-4

Crates, Fragmenta, Play The, lines 2-4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/crates-comic/fragmenta/2

Ἀλλ' ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ πάμπαλιν
τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς
ἐπὶ κιόνων ὥσπερ διὰ τοῦ παιωνίου
ἐπὶ τῆς θαλάττης, ὥσθ' ἑκάστῳ ῥεύσεται
εἰς τὴν πύελον. ἐρεῖ δέ, θὔδωρ ἀνέχεται.
ἔπειτ' ἀλάβαστος εὐθέως ἥξει μύρου
αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.
Καὶ τῶν ῥαφάνων ἕψειν χρὴ * * *
ἰχθῦς τ' ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δ' ἄπο χεῖρας ἔχεσθαι.
Β. οὐκ ἄρ' ἔτ' οὐδὲν κρέας, ὡς ὑμεῖς λέγετ', οὐδ' ὁτιοῦν ἐδόμεσθα,
οὐδ' ἐξ ἀγορᾶς οὐδὲ τάκωνας ποιησόμεθ' οὐδ' ἀλλᾶντας;
Ἔχοντες εὐπαθῆ βίον
παρουσίαν τε χρημάτων.

---

Crates Comic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0433.tlg002.local001/.
