# Fragmenta 188-205

Cratinus, Fragmenta, 188 to 205. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cratinus-comic/fragmenta-4/188
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cratinus-comic/fragmenta-4/188

ἀτὰρ ἐννοοῦμαι δῆτα τῆς μοχθηρίας τῆς ἡλιθιότητος τῆς ἐμῆς. ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. ἆρ’ ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀστοῦν ἔτι ὁρῶ. Herodian. II 943, 20 Lentz. οὐκ ἀγνοῶ δὲ ὡς καὶ ὀστοῦν λέγεται, ὡς καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ. οὐδὲν Dind.] οὐδὲ. ἔτι Dind.] ἔστι. ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος. Athenaeus 3, 94 f Κρατῖνος ἐν Πυτίνῃ. τοὺς μὲν ἐκ προχοιδίου, τοὺς δ’ ἐκ καδίσκου. Pollux 10, 70 ἀμφορεῖς καὶ ἀμφορίσκους καὶ κάδους καὶ καδίσκους... Κρατῖνος ἐν Πυτίνῃ. Strattid. 22 contulit Meinekius. ληρεῖς ἔχων· γελοῖος ἔσται Κλεισθένης κυβεύων ἐν τῇδε τῇ κάλλους ἀκμῇ. Ὑπέρβολον δ’ ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον. οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν, οὐδὲ κάννης. ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε ῥήματα. Schol. Arist. Pac. 603 Κρατῖνος ἐν Πυτίνῃ... ἔστι δὲ πρὸς τὰ Ἀρχιλόχου· ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε ῥήματα. Pho- tius λιπέρνητες· ἤτοι λιποπόλεις ἢ πένητες· τὸ δὲ ὄνομα καὶ παρὰ τοῖς κωμικοῖς, ὅταν παρῳδῶσι τοὺς Ἴωνας. ὦ add. Dindorius, ῥήματα ex Archilocho Meinekius. idem versus (σοφώτατοι γεωργοί tamen pro Schol. Arist. Eq. 531 ταῦτα ἀκούσας ὁ Κρατῖνος ἔγραψε τὴν Πυτίνην δεικνὺς ὅτι οὐκ ἐλήρησεν, ἐν οἷς (ἐν ᾗ Kirchhoff Herm. XIII 290) κακῶς λέγει τὸν Ἀριστοφάνην ὡς τὰ Εὐπόλιδος λέγοντα. cf. quae ad fr. 198 extr. adnotavimus. Plutarch. Mor. 833a ὅτι δὲ (Ἀντιφῶν ὁ Ῥαμνούσιος) ὑπὸ τῶν τριάκοντα ἀπέθανεν ἱστορεῖ καὶ Θεόπομπος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Φιλιππικῶν. ἀλλ' οὗτός γε ἂν εἴη ἕτερος, Λυσιδωνίδου πατρός, οὗ Κρατῖνος ἐν Πυτίνῃ ὡς πονηροῦ μνημονεύει. 'eundem fortasse Antiphontem risit Aristoph. Vesp. 301 Meinek. αἶρε δεῦρο τοὺς βρικέλους. οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. ἐς Συρίαν δ’ ἐνθένδ’ ἀφικνεῖ μετέωρος ὑπ’ αὔρας. B ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ.

---

Cratinus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000905.
