# Fragmenta 220-233

Cratinus, Fragmenta, 220 to 233. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cratinus-comic/fragmenta-4/220
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cratinus-comic/fragmenta-4/220

χαίρετε δαίμονες, οἳ Λεβάδειαν Βοιώτιον οὗθαρ ἀρούρης - οὐδ' Αἰξωνίδ' ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην, οὐδὲ τρυγόνος, οὐδὲ δεινοῦ φυὴν μελανούρου - ἔγειρε δὴ νῦν, Μοῦσα, Κρητικὸν μέλος. χαῖρε δή, Μοῦσα · χρονία μὲν ἥκεις, ὅμως δ' ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές, ἀλλ' ὅπως - ἐπέθηκεν ἐπιστολήν παρεῖαι ὄφεις Δημοσθένης ὑπὲρ Κτησιφῶντος· παρεῖαι ὀνομάζονταί τινες ὄφεις παρὰ τὸ παρειὰς μείζους ἔχειν, ὡς καὶ Κρατῖνος ἐν τῷ Τροφωνίῳ ὑποσημαίνει. Harpocrat. apte Bergkius R. c. Att. 218 contulit Paus. 9, 39, 3 εἰσὶ δ’ ἐν τῷ σπηλαίῳ... ἀγάλματα ὀρθά, περιελιγμένοι δέ εἰσιν αὐτῶν τοῖς σκήπτροις δράκοντες,... ἐπεὶ τοὺς δράκοντας... καὶ Τροφωνίου νομίζουσιν ἱεροὺς εἶναι. εἴρηκεν Κρατῖνος ἐν τῷ Τροφωνίῳ Pollux 10, 115. Argument. Aristophan. Acharn. ἐδιδάχθη ἐπὶ Εὐθύνου ἄρχοντος ἐν Δηναίοις διὰ Καλλιστράτου· καὶ πρῶτος ἦν. δεύτερος Κρατῖνος Χειμαζομένοις. οὐ σῴζονται. τρίτος Εὔπολις Νουμηνίαις. verba οὐ σῴζονται Elmsleius post Νουμηνίαις transponit. titulus fabulae ὄνοι δ’ ἀπωτέρω κάθηνται τῆς λύρας. Schol. Platon. 358 Bekk. τῶν οὖν παιζόντων ταῦτα τοὺς μὲν νικῶντας βασιλεῖς ἐκάλουν, καὶ ὅ τι ἂν (ὁτιοῦν) προσέτασσον τοῖς ἄλλοις ὑπήκοον, τοὺς δ’ ἡττωμένους ὄνους. Κρατῖνος δὲ Χείρωσι χαριέντως ὁμοῦ ἐγκαταμίξας καὶ τὴν ὄνος λύραν παροιμίαν ἔπλεξε τὸν λόγον οὕτως· ὡς ὄνος ἀπωτέρω κτλ. Eustathius 1601, 47 τὴν οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ' ἐσίγων. ἅγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἴστω καὶ λάμβανε χερσὶν σχῖνον μεγάλην. καὶ πρῶτον μὲν παρὰ ναυτόδικῶν ἀπάγω τρία κυάδαλ' ἀναιδῆ [Πεισίαν, Ὀσφύωνα, Λιειτρέφη.] Schol. Aristoph. Av. 766 οὐδὲν σαφὲς ἔχομεν τίς ὁ Πεισίου... ὅτι δὲ τῶν λίαν πονηρῶν ἐστι, δηλοῖ Κρατῖνος ἐν Χείρωσι. Schol. Aristoph. Av. 766 οὐδὲν σαφὲς ἔχομεν τίς ὁ Πεισίου οὐδὲ περὶ τῆς προδοσίας. ὅτι δὲ τῶν λίαν πονηρῶν ἐστι δηλοῖ Κρατῖνος ἐν Χείρωσι Πυλαίᾳ Ὥραις. cf. fr. 174. 233.

---

Cratinus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000905.
