# Fragmenta 3

Cratinus, Fragmenta, 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cratinus-comic/fragmenta-4/3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cratinus-comic/fragmenta-4/3

ᾗδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. εὔδοντι πρωκτὸς αἱρεῖ. Phot. εὔδοντι δ’ αἱρεῖ κύρτος· παροιμία· καθεύδουσι γὰρ καθέντες τοὺς κύρτους. παρὰ τοῦτο ἐποίησε Κρατῖνος Ἀρχιλόχοις ‘εὔδοντι δ’ αἱρεῖ πρωκτός‘. Hesychius εὔδοντι δ’ αἱρεῖ πρωκτός· παροιμία ἀπὸ τοῦ ‘εὔδοντι κύρτος αἱρεῖ‘. λέγουσι δὲ ὅτι, ὅταν τοὺς κύρτους καθῶσιν, αὐτοὶ μὲν καθεύδουσιν, ὁ δὲ κύρτος αἱρεῖ τοὺς ἰχθῦς. Κρατῖνος Ἀρχιλόχοις. Proverbia Bodl. 429 p. 50 εὔδοντι κύρτος αἱρεῖ· ἐπὶ τῶν ἐργασαμένων ἐπιτυχῶς, ἐπεὶ συμβαίνει καὶ κοιμωμένων ἁλιέων εἰσιέναι τοὺς ἰχθύας εἰς τοὺς κύρτους. Κρατῖνος ἐπὶ τὸ χελιοίτερον ταῦτα μετέθηκεν, ‘εὔδοντι πρωκτὸς αἱρεῖ‘. Zenob. 4, 8 εὐδόντων ἁλιευτικῶν κύρτος. εἴρηται ἡ παροιμία ἐπὶ τῶν ἄνευ πόνου κατεργαζομένων ἐφ’ ἃ ἂν ὁρμήσωσιν. ἐπειδὴ κοιμωμένων τῶν ἁλιέων ὁ ἰχθὺς τῷ κύρτῳ εἰσδύεται. Diogen. 4, 65 εὔδοντι κύρτος αἱρεῖ· ἐπὶ τῶν ἐργασαμένων εὐτυχῶς λέγεται. συμβαίνει γὰρ κοιμωμένων τῶν ἁλιέων τὸν κύρτον αἱρεῖν ἰχθύας. sic de Timotheo Plu‐ tarchus Mor. 187b Τιμόθεος εὐτυχὴς ἐνομίζετο στρατηγὸς εἶναι. καὶ

---

Cratinus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000905.
