# Fragmenta 1

Cratippus, Fragmenta, Dfhg-Source dfhg2_CRATIPPUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cratippus/fragmenta/1

Μετὰ δὲ ταῦτα αἰτιαθεὶς (Ἀνδοκίδης) ἀσεδεῖν, ὡς καὶ αὐτὸς τοὺς Ἑρμᾶς περικόψας καὶ εἰς τὰ τῆς Δήμητρος ἁμαρτὼν μυστήρια * διὰ τὸ πρότερον ἀκόλαστον ὄντα, νύκτωρ κωμάσαντα, θραῦσαί τι τῶν ἀγαλμάτων τοῦ θεοῦ, καὶ εἰσαγγελθέντα, ἐπειδὴ οὐκ ἠβουλήθη, ὃν ἐξῄτουν οἱ κατήγοροι, δοῦλον ἐκδοῦναι, διαβληθῆναι, καὶ πρὸς τὴν αἰτίαν τῆς δευτέρας γραφῆς ὕποπτον γενέσθαι· ἣν μετ ̓ οὐ πολὺν χρόνον τοῦ ἐπὶ Σικελίαν στόλου συνέβη γενέσθαι. Κορινθίων εἰσπεμψάντων Λεοντίνους τε καὶ Αἰγεσταίους ἄνδρας ἰδίᾳ, μελλόντων βοηθεῖν αὐτοῖς τῶν Ἀθηναίων, νύκτωρ τοὺς περὶ τὴν ἀγορὰν Ἑρμᾶς περιέκοψαν, ὡς Κράτιππός φησι [τρος ἁμαρτὼν μυστήρια] κριθεὶς ἐπὶ τούτοις ἀπέφυγεν ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας.

---

CRATIPPUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1907.tlg003.local002/.
