# Fragmenta 276.4-277.2

Crinis, Fragmenta, 276.4 to 277.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/crinis/fragmenta/276.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/crinis/fragmenta/276.4

1 Arrianus Epictet. dissert. III 2, 15. ἤπελθε νῦν καὶ ἀναγλγνωσκε Ἀρχέδημον· εἶτα μὴς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες· τοιούτος γὰρ σε μένει θάνατος, οἷος καὶ τὸν — — τίνα ποτ’ ἐκεῖνον; — τὸν Κρῖνιν· καὶ ἐκεῖνος μέγα ἐφρόνει ὅτι ἐνδοὶ Ἀρχέδημον. 2 Diog. Laërt. VII 62. μερισμὸς δὲ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρῖνις, οἷον „τῶν ἀγαθῶν τὰ μὲν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα.“ 3 Diog. Laërt. VII 68. Τῶν ἀξιωμάτων τὰ μὲν ἐστιν ἀπλά, τὰ δ’ οὐχ ἀπλά, ὡς φασιν οἱ περὶ Χρύσιππον — — καὶ Κρῖνιν. 4 Diocles Magnes apud Diog. Laërt. VII 71. παρασυννημένον δέ ἐστιν, ὡς ὁ Κρίνις φησὶν ἐν τῇ διαλεκτικῇ τέχνῃ, ἀξίωμα ὁ ὑπὸ τοῦ „ἐπεὶ“ συνδέσμου παρασυνήπται, ἀρχόμενον ἀπ’ ἀξιώματος καὶ λῆγον εἰς ἀξίωμα, οἷον „ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστίν“. ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶτον ὑφεστάναι. ibid. 74. παρασυννημένον δὲ ἀληθὲς μὲν ἐστιν ὁ ἀρχόμενον ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λῆγει, οἷον „ἐπεὶ ἡμέρα ἐστίν, ἡλίος ἐστιν ὑπὲρ γῆς“. ψευδὸς δὲ ἢ ἀπὸ ψευδοῦς ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λῆγει, οἷον „ἐπεὶ νὺξ ἐστι, Δίων περιπατεῖ“ ἂν ἡμέρας οὖσης λέγῃται.

---

Crinis, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000911.
