# Fragmenta ΠΕΙΡΙΘΟΥΣ.

Critias, Fragmenta, ΠΕΙΡΙΘΟΥΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/critias/fragmenta/%CE%A0%CE%95%CE%99%CE%A1%CE%99%CE%98%CE%9F%CE%A5%CE%A3.

16. IOH. DIACON. zu HERMOG. ed. Rabe [aus Vatic. gr. 2228 s. XIV, Rhein. Mus. 63] S. 144 f. GREGOR. CORINTH. zu HERMOG. II 449, 8 Speng. (καὶ Εὐριπίδης Ζεύς, ὡς λέλεκται ἀναφορά, τῆς ἀληθείας ὕπο βεβαίωσις): οὗτος ὁ στίχος ἐν δυσὶν εὕρηται δράμασιν Εὐριπίδου, ἔν τε τῶι λεγομένωι Πειρίθωι καὶ ἐν τῆι Σοφῆι Μελανίππηι. ὧν καὶ τὰς ὑποθέσεις καὶ τὰ χωρία οὐκ ἄκαιρον ἐκθεῖναι τοῖς ἀσπαζομένοις τὴν πολυμάθειαν. ἡ μὲν οὖν τοῦ Πειρίθου ὑπόθεσίς ἐστιν αὕτη· Πειρίθους ἐπὶ τῆι Περσεφόνης μνηστείαι μετὰ Θησέως εἰς Ἅιδου καταβὰς τιμωρίας ἔτυχε τῆς πρεπούσης· αὐτὸς μὲν γὰρ ἐπὶ πέτρας ἀκινήτωι καθέδραι πεδηθεὶς δρακόντων ἐφρουρεῖτο χάσμασιν, Θησεὺς δὲ τὸν φίλον ἐγκαταλιπεῖν αἰσχρὸν ἡγούμενος βίου εἵλετο τὴν ἐν Ἅιδου ζωήν. ἐπὶ τὸν Κέρβερον δὲ Ἡρακλῆς ἀποσταλεὶς ὑπὸ Εὐρυσθέως τοῦ μὲν θηρίου βίαι περιεγένετο, τοὺς δὲ περὶ Θησέα χάριτι τῶν χθονίων θεῶν τῆς παρούσης ἀνάγκης ἐξέλυσεν μιᾶι πράξει καὶ τὸν ἀνθιστάμενον χειρωσάμενος καὶ παρὰ θεῶν χάριν λαβὼν καὶ δυστυχοῦντας ἐλεήσας φίλους. εἰσάγεται γοῦν ἐν τούτωι τῶι δράματι Αἰακὸς πρὸς Ἡρακλέα λεγῶν· ἔα, τί χρῆμα; δέρκομαι σπουδῆι τινα δεῦρ’ ἐγκονοῦντα καὶ μάλ’ εὐτόλμωι φρενί. εἰπεῖν δίκαιον, ὦ ξέν(ε), ὅστις ὢν τόπους 4 εἰς τούσδε χρίμπτηι καὶ καθ’ ἥντιν’ αἰτίαν. εἶτα Ἡρακλῆς πρὸς αὐτόν (Nauck FT p. 547. Eur. fr. 591]: οὐδεὶς ὄκνος πάντ’ ἐκκαλύψασθαι λόγον· ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς, θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός. ἐμῆι γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυσθέως ἀρχαῖς ὑπείκων, ὅς μ’ ἔπεμψ(ε) Ἅιδου κύνα ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι ἀνήνυτον τὸν δῶκεν ἐξηνυκέναι. τοιόνδ’ ἰχνεύων πρᾶγος Εὐρώπης κύκλωι Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα.

---

Critias, Fragmenta, ed. Hermann Diels. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0319.tlg004.local001/.
