# Testimonia 587.44

Critias, Testimonia, 587.44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/critias/testimonia/587.44
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/critias/testimonia/587.44

ἔσθλὸν κἂν μυχοῖς δείκνυσι γῆς, 936 οὐκ· ἀλλ' ἐτ' ἐμπνουν Ἄλδης μ' ἐδέξατο, ΣΙΣΥΦΟΣ ΣΑΤΥΡΙΚΟΣ. 25 [9 B., 1 p. 770 N.] Sext. IX 54 καὶ K. δὲ εἰς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἀμαρτημάτων ἐπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθραι τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ᾿ αὐτῷ τὸ ῥητὸν οὕτως· ᾿ὴν — γένος᾿. AET. I 7, 2 [D. 298] καὶ Εὐριπίδης δὲ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε δεδοικὼς τὸν Ἀρειον πάγον, ἐνέφησε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτῃ τῇ γνώμῃ· ᾿ὴν γὰρ χρόνος, φησίν, ὅτ᾿ — ὑπηρέτης [1. 2]. ἔπειτὰ φησι τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἠδύνατο, κρύφα δὲ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ ψευδεῖ λόγῳ τυφλῶσαι τὴν ἀλήθειαν καὶ πείσαι τοὺς ἀνθρώπους, ὡς ἔστι — βίῳ, ὅς ταῦτ᾿ ἀκούει καὶ βλέπει φρονεῖ τ᾿ ἄγαν᾿ [17. 18]. AET. I 6, 7 [D. 294] ὀθεν καὶ Εὐριπίδης φησί· ᾿τὸ τ᾿ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνον — σοφοῦ᾿ [33. 34].

---

Critias, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000915.
