# Fragmenta 2

Critolaus, Fragmenta, Dfhg-Source dfhg4_CRITOLAUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/critolaus/fragmenta/2

Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ Ἰάνον, Ὕμνον, Φαῦστον, Φήλικα. Δοὺς οὖν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου, ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι. Ποιήσαντες δ ̓ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες, εἰς ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος· οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγατριδαὶ ἀθυμήσαντες, βρόχῳ τὸν βίον κατέστρεψαν. Λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐὰν ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον, ἢ διὰ τοὺς θυγατριδὰς, ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον. Ὁ δὲ Κρόνος πάντας κατηστέρισεν. Καὶ οἱ μὲν καλοῦνται προτρυγητῆρες, ὁ δ ̓ Ἰάνος προανατέλλων· δείκνυται δὲ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου· ὡς Κριτόλαος ἐν τετάρτῃ Φαινομένων.

---

CRITOLAUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2552.tlg002.local002/.
