# Fragmenta 1-3

Criton Pieriota, Fragmenta, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/criton-pieriota/fragmenta/1

«Οἱ Ῥωμαῖοι πήξαντες τοὺς γεσοὺς καὶ τὰς περικεφαλαίας τούτοις ἐπιθέντες φαντασίας παρέσχοντο τοῖς ἐκ διαστήματος, ὡς μένοντες ἐπὶ τοῦ λόφου.» Ἔστιν δὲ ὅπλον. [Ὅτι ὁ Γεσός ἐστιν μακροκέντης ἢ κοντός. — Ὅτι Κρίτων ἔγραψεν ἐν τοῖς Γετικοῖς.] Κρίτων ἐν τοῖς Γετικοῖς φησιν· «Οἱ δὲ βασιλεῖς τῶν Γετῶν ἀπάτῃ καὶ γοντείᾳ δεισιδαιμονίαν καὶ ὁμόνοιαν ἐνεργασάμενοι αὐτοῖς, μεγάλων ἤδη ἐφίενται.» Καθιστάμενος, πρὸς τὸ βέλτιον μετάγων. «Ὁ δὲ Καῖσαρ εἰς τὴν Ἀσίαν ἦλθε τὰ τῶν ὑπηκόων καὶ τῶν Πάρθων ἅμα καθιστάμενος.» Καὶ αὖθις· «Πολεμοῦντι δὲ αὐτῷ καὶ [τὰ] περὶ τὴν ἀρχὴν καθισταμένῳ συγγενόμενος·» φησὶ Κρίτων ἐν Γετικοῖς. Ἄρτι ... καὶ ἀντὶ τοῦ νῦν τὸ ἀρτίως. «Ἔτι περαιουμένοις καὶ ἀρτίως ἀποβαίνουσιν ἐπιτίθεσθαι·» Κρίτων ἐν Γετικοῖς. «Καί τινων βοωτίαις ἐφεστώτων, τῶν δὲ ἄλλων τῶν περὶ βασιλέα τοῖς ἐρύμασι νενεμημένων·» Κρίτων ἐν τοῖς Γετικοῖς.

---

CRITON PIERIOTA, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1867.tlg003.local002/.
