# Vita Theognii 241

Cyrillus, Vita Theognii, Page 241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-biogr/vita-theognii/241

ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΟΣΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΤΗΣ ΛΑΥΡΑΣ ΤΟΥ ΑΓΙΟΥ ΣΑΒΑ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΟΣΙΟΝ ΠΡΑ ΗΜΩΝ ΘΕΟΓΝΙΟΝ ΤΟΝ ΕΠΙΣΚΟΠΟΝ Θεόγνιος ὁ πανεύφημος, τὸ μέγα τῆς ὅλης Παλαιστίνης ἀγλάισμα, ὁ φανότατος τῆς ἐρήμου λαμπτὴρ καὶ φαιδρότατος τῆς ἀρχιερωσύνης φωστὴρ πατρίδος μὲν ὑπῆρχε τῆς Καππαδοκῶν χώρας, πόλεως Ἀραραθείας, ἔνθα ἐκ νεαρᾶς ἡλικίας τὴν μοναχικὴν πολιτείαν ἐξεπαιδεύθη. ἐλθὼν δὲ ἐν Ἱεροσολύμοις τῶι πέμπτωι ἔτει τῆς Μαρκιανοῦ βασιλείας καὶ εὑρὼν τοὺς Ἀποσχιστὰς τῶν κατὰ τὴν ἁγίαν πόλιν κρατοῦντας μοναστηρίων καὶ μὴ βουληθεὶς τῆι ἐκείνων ὑπαχθῆναι ἀλόγωι ἐνστάσει καὶ φιλοταράχωι γνώμηι ἐκολλήθη γυναικί τινι ἐναρέτωι Φλαΐαι μὲν καλουμένηι ὑπὸ πνεύματος δὲ ἁγίου φρουρουμένηι κτιζούσηι τὸ τηνικαῦτα περὶ τὸ ὄρος τῶν Ἐλαιῶν μοναστήριον καὶ ἐκκλησίαν τοῦ ἁγίου μάρτυρος Ἰουλιανοῦ. ἥτις αὐτὸν δεξαμένη καὶ ἐπὶ ἱκανὸν δοκιμάσασα χρόνον καὶ δόκιμον καὶ ἐνάρετον εὑροῦσα

---

Cyrillus Biogr., Vita Theognii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2877.tlg006.local001/.
