# Vita Theognii 243

Cyrillus, Vita Theognii, Page 243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-biogr/vita-theognii/243

ἐκεῖνο πρὸς τὴν θάλασσαν λέγων· τάδε λέγει κύριος· μέχρι τοῦ σταυροῦ τούτου ἐλεύσηι καὶ οὐχ ὑπερβήσηι, ἀλλ' ἐν σεαυτῆι συντριβήσονταί σου τὰ κύματα. καὶ οὕτως τὸν σταυρὸν πήξας ὑπέστρεψεν· ἡ δὲ θάλασσα εἰς τοὺς ἰδίους εὐθέως ὅρους ὑποστρέψασα μέχρι τῆς σήμερον, ὅσον ἂν ἐκμανῆι, ἁπτομένη τοῦ παγέντος ὑπὸ τοῦ δικαίου σταυροῦ χαλινοῦται καὶ ὑποστρέφει. ἀλλὰ τί χρεία μοι πλειόνων περὶ τοῦ ἀοιδίμου Θεογνίου λόγων; ὅπου γε προλαβὼν ὁ ἀββᾶς Παῦλος ὁ τῆς μὲν Ἑλούσης πόλεως ἡσυχαστής, ἐν μοναχικοῖς δὲ κατορθώμασι καὶ ὀρθοδόξοις δόγμασι λάμπων καὶ βίωι καὶ λόγωι φωτίζων ἡμῶν τὰ κατὰ θεὸν διαβήματα τὸν αὐτοῦ τοῦ μακαρίου Θεογνίου βίον ἀκριβῶς καὶ κατὰ πλάτος συνεγράψατο. τοιγαροῦν ὁ μέγας Θεόγνιος τὴν μοναχικὴν τάξιν τε καὶ πολιτείαν τῶι οἰκείωι βίωι φαιδρύνας καὶ τὴν ἱερατικὴν καθέδραν τοῖς πνευματικοῖς ἀνδραγαθήμασι καὶ τοῖς θείοις χαρίσμασι διακοσμήσας καὶ ἐν ἀμφοτέροις τοῖς τάγμασιν εὐδοκιμήσας λαμπρῶς καὶ μεγάλως περὶ τὸ τέλος τῆς ἑαυτοῦ ζωῆς ἀνελθὼν ἐν τῆι ἑαυτοῦ μονῆι τῆι εἰς τὴν ἔρημον, ἴσως τοῦ θεοῦ τὸν τῆς κοιμήσεως καιρὸν αὐτῶι ἀποκαλύψαντος, καὶ μικρόν τι ἀρρωστήσας εἰς τὸν ἄλυπον καὶ ἀκύμαντον μετέστη βίον, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία.

---

Cyrillus Biogr., Vita Theognii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2877.tlg006.local001/.
