# Mystagogiae 1-5 [Sp.] 552.2

Cyrillus, Mystagogiae 1-5 [Sp.], 552.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-scr-eccl/mystagogiae-1-5-sp/552.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-scr-eccl/mystagogiae-1-5-sp/552.2

B. Ἐλαίω γὰρ ἢ μύρω σωματικῷ Χριστὸς ὑπ’ ἀνθρώπων οὐχ ἐχρίσθη, ἀλλ’ ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου, Πνεύματι ἁγίῳ, ὡς Πέτρος φησίν Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ (2), ὃν ἐχρίσεν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὁ Δαβὶδ ὁ προφήτης ἐβόα λέγων· Ὁ θρόνος σου, ὦ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἡγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἐχρισέ σε ὁ Θεός, ὁ Θεὸς σου ἑλαίῳ ἀγαλλιάσεως πρὸ τῶν μετόχων σου. Καὶ ὡσπερ ὁ Χριστὸς ἀληθῶς ἐσταυρώθη, καὶ ἐθάπτη, καὶ ἐγείρετο· ὑμεῖς δὲ κατὰ τὸ βάπτισμα, ἐν ὁμοιώματι καὶ συσταυρωθῆναι, καὶ συνταφθῆναι, καὶ συναναστῆναι αὐτῷ καταδεῖσθε· οὕτω καὶ ἐπὶ τοῦ χρίσματος. Ἐκεῖνος ἐλαίῳ νοητῷ ἀγαλλιάσεως ἐχρίσθη, τοῦτ’ ἐστὶ Πνεύματι ἁγίῳ, ἀγαλλιάσεως καλουμένῳ ἐλαίῳ, διὰ τὸ αἴτιον αὐτοῦ τῆς πνευματικῆς τυγχάνειν ἀγαλλιάσεως· ὑμεῖς δὲ μύρῳ ἐχρίσθητε, κοινωνοὶ καὶ μέτοχοι τοῦ Χριστοῦ γενόμενοι.

---

Cyrillus Scr. Eccl., Mystagogiae 1-5 [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000932.
