# Mystagogiae 1-5 [Sp.] 554.2

Cyrillus, Mystagogiae 1-5 [Sp.], 554.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-scr-eccl/mystagogiae-1-5-sp/554.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cyrillus-scr-eccl/mystagogiae-1-5-sp/554.2

Ζ'. Τοῦτο φυλάξατε ἀσπίλον· πάντων γὰρ ἔσται B τοῦτο διδακτικόν, εἰ ἐν ὑμῖν μένοι, καθὼς ἀρτίως ἠκούσατε τοῦ μακαρίου Ἰωάννου λέγοντος, καὶ πολλὰ περὶ τοῦτου χρίσματος φιλοσοφούντος. Ἔστι γὰρ τοῦτο τὸ ἅγιον (2), πνευματικὸν σώματος φυλακτηριον, καὶ ψυχῆς σωτήριον. Τοῦτο ἐκ παλαιῶν χρόνων ὁ μακάριος Ἠσαΐας προφητεύων ἔλεγε· Καὶ ποιήσει Κύριος πᾶσιν ἔθνεσιν (3) ἐπὶ τὸ ὄρος τοῦτο (ὄρος δὲ καλεῖ τὴν Ἐκκλησίαν καὶ ἄλλαχοῦ, ὡς ὅταν λέγῃ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου ), πίονται οἶνον, πίονται εὐφροσύνην, χρίονται μύρον. Καὶ ἵνα ἀσφαλίσῃ σε, ἄκουε ἀ περὶ τοῦτο τοῦ μύρου, ὡς μυστικοῦ, φησί· Παράδοξ ταῦτα πάντα σοὶ ἔθνεσιν· ἡ γὰρ βουλὴ τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τοῦτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τη- C ρήσατε αὐτὸ ἀσπίλον καὶ ἀμωμον ἐν ὑμῖν· δι' ἔργων ἀγαθῶν προκόπτοντες, καὶ εὐάρεστοι γενόμενοι τῷ ἀρχηγῷ τῆς σωτηρίας ὑμῶν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Cyrillus Scr. Eccl., Mystagogiae 1-5 [Sp.]. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000932.
