Ancient Greek
Volume 33
Cyrillus Scr. Eccl., Suppositarum Cyrilli et Julii pontificis epistularum compendium [Sp.] 33.1209
Not analysed yet
δάνης ἀπέχει τῆς πόλεως Ἱερουσαλὴμ κατὰ ἀνατολὰς μίλια κεʹ· ἡ δὲ ἁγία Βηθλεὲμ, κατὰ νότον τῆς πόλεως, μίλια ἕξ· καὶ οὐ δύναμαι ἐν μιᾷ ἡμέρᾳ τὰς δύο ἑορτὰς ἀποτελεῖν. Παρακαλῶ οὖν τὴν σὴν ὁσιότητα, Πάτερ, ἵνα ἐρευνήσῃς τὰ ὑπομνήματα, ἢ καὶ δώσῃς ἡμῖν ἐν ἀκριβεῖ ἐρεύνῃ διὰ γραφῆς σου, τίμιε, τὴν περὶ τούτων εἴδησιν, ἐν ποίᾳ ἡμέρᾳ ἐτέχθη Χριστὸς ὁ Κύριος, καὶ ἐν ποίᾳ ἡμέρᾳ ἐβαπτίσθη. Ὡς γὰρ ἀκριβῶς ἔγνωμεν, ὅτι τὰ ἐξ ἀρχῆς ὑπομνήματα ἐξ Ἱεροσολύμων εἰς σιανοῦ. Ταύτην τὴν γραφὴν δεξάμενος Ἰούλιος ὁ πατριάρχης Ῥώμης, ἐρευνήσας τὰ ὑπομνήματα, εὗρεν, ὅτι τῇ εἰκοστῇ πέμπτῃ τοῦ Δεκεμβρίου ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ μετὰ τριάκοντα χρόνους τῆς αὐτοῦ γεννήσεως ἐβαπτίσθη ὑπὸ Ἰωάννου, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ ϛʹ Ἰανουαρίου μηνός. Κατὰ τὴν ἔρευναν οὖν ταύτην χωρίσαντες οἱ Πατέρες τὴν ἑορτὴν, γογγυσμὸς ἦν ἐν τοῖς πολλοῖς, etc.