# Ad Calosyrium (epist. 83) 605

Cyrillus, Ad Calosyrium (epist. 83), Page 605. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/ad-calosyrium-epist-83/605

τωσαν τοῦ Θεοῦ. ὁ γὰρ Θεὸς ὑπὲρ πᾶσαν κτίσιν ἐστὶν, οὔτε σῶμα νοούμενος, οὔτε ἐν τύποις ἢ σχήμασι σωματικοῖς, ἀλλ' ἔστιν ἁπλοῦς, ἄϋλος, ἀνείδεος, ἀσύνθετος, οὐκ ἐκ μερῶν ἢ μελῶν ἢ μορίων συγκείμενος καθάπερ ἡμεῖς, πνεῦμα δὲ μᾶλλον, κατὰ τὰς γραφὰς, καὶ τὰ πάντα ἐφορῶν, πανταχοῦ ὢν καὶ τὰ πάντα πληρῶν, καὶ οὐδενὸς ἀπολιμπανόμενος· πληροῖ γὰρ οὐρανὸν καὶ γῆν. τὸ δὲ κατ' εἰκόνα Θεοῦ πεποιῆσθαι τὸν ἄνθρωπον, ἑτέρας ἐμφάσεις καὶ ὑπονοίας ἔχει. μόνος γὰρ αὐτὸς παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα λογικός ἐστι, φιλοικτίρμων, ἐπιτηδειότητα πρὸς πᾶσαν ἀρετὴν ἔχων, λαχὼν δὲ καὶ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς καθ' ὁμοιότητα καὶ εἰκόνα Θεοῦ. οὐκοῦν κατὰ τὸ εἶναι ζῷον λογικὸν καὶ καθὸ φιλάρετον καὶ ἀρχικὸν τῶν ἐπὶ τῆς γῆς, ἐν εἰκόνι Θεοῦ πεποιῆσθαι λέγεται. εἰ δὲ νομίζουσι κατὰ τὸ τοῦ σώματος σχῆμα λέγεσθαι τὴν εἰκόνα, οὐδὲν λυπεῖ καὶ τοῖς ἀλόγοις τῶν ζῴων σύμμορφον λέγειν εἶναι τὸν Θεόν. ὁρῶμεν γὰρ, ὅτι καὶ αὐτὰ ἐκ τῶν αὐτῶν ἡμῖν εἰσι μορίων, πόδας ἔχοντα καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ ῥῖνας καὶ γλῶσσαν καὶ τὰ ἕτερα τῶν τοῦ σώματος μελῶν. παυέτω τοίνυν ἡ σὴ θεοσέβεια τοὺς τοιούτους, μᾶλλον δὲ καὶ ἐπιτιμάτω τοῖς ταῦτα φλυαρεῖν εἰωθόσιν. Ἀκούω δὲ ὅτι φασὶν ἀπρακτεῖν εἰς ἁγιασμὸν τὴν μυστικὴν εὐλογίαν, εἰ ἀπομείνοι λείψανον αὐτῆς εἰς ἑτέραν ἡμέραν. μαίνονται δὲ ταῦτα λέγοντες· οὐ γὰρ ἀλλοιοῦται

---

Cyrillus Theol., Ad Calosyrium (epist. 83). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg022.local001/.
