Ancient Greek · ~3 min
Volume 77
Cyrillus Theol., Ad Optimum episcopum (epist. 80) 77.365
Not analysed yet
EPISTOLA LXXX. AD OPTIMUM EPISCOPUM. In illa verba: «Omnis qui occiderit Cain, septuplum punietur.» Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας, διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς, καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφ' οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπ' αὐτοῖς. Ἐπειδὴ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ' αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν, καὶ ἴδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλησίας προνοητικὸν τῆς διαθέσεως, ὁμοῦ δὲ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελὲς, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίσασι γράμματα, καὶ πρό γε αὐτῶν τῷ γράψαντι ἡμῖν. Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητὸν, τίνα τὴν λύσιν ἔχει τὸ, «Ὁ πᾶς ἀποκτείνας Καΐν, ἑπτὰ ἐκδικούμενα παραλύσει;» Διὰ δὲ τούτου τέως