Ancient Greek · ~9 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1177
Not analysed yet
Περὶ τῆς πυργοποιΐας. Οἱ τὸν τῆς Χαλάνης πύργον οἰκοδομοῦντες, τῆς τοῦ φωτὸς χώρας τῆς ἀνατολῆς κινηθέντες, λέγω δὲ τῆς μιᾶς καὶ ἀληθοῦς θεογνωσίας, ἦλθον εἰς τὴν γῆν Σενὰρ τὴν ἑρμηνευομένην Βλασφήμους ὀδόντας, καὶ εἰς πολλὰς περὶ Θεοῦ δόξας καταπεσόντες, τὸν ἑκάστης λόγον δόξης οἱονεὶ πλίνθους τινὰς συνθέντες, ᾠκοδόμησαν καθάπερ πύργον τὴν πολύθεον ἀθεΐαν. Ὥσπερ τῷ Ἀβραὰμ οἰκοῦντι μὲν ἐν τῇ ἰδίᾳ γῇ οὐκ ὤφθη Κύριος· κληθέντι δὲ καὶ ἐξελθόντι, καὶ εἰς τὴν ὑποδειχθεῖσαν γῆν ἀφικομένῳ ὤφθη καὶ τὰς μεγάλας ἐπαγγελίας δέδωκε, καὶ θυσιαστήριον ἀφῆκεν οἰκοδομεῖν καὶ θῦσαι· οὕτω καὶ ἡμῖν παραμένουσι τῷ κόσμῳ, καὶ ταῖς οἰκοδομικαῖς ἡδοναῖς, οὐδεμία γίνεται θεόθεν ἔλλαμψις· πειθομένοις δὲ τοῖς θείοις προστάγμασι, καὶ ἔνθα κελεύει Κύριος ἀφικνουμένοις, ἐμφανίζει μὲν τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ἐγχωρεῖ· παρέχει δὲ μεγάλας ἐλπίδας, ῥωννύει δὲ τὸν νοῦν ἡμῶν· ὡς ἐγεῖραι μὲν αὐτῷ θυσιαστήριον, τὴν καρδίαν· θύειν δὲ πράξεις ἀγαθὰς, καὶ θεωρίας πνευματικάς. Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἀβραὰμ εἰς Αἴγυπτον. Ὅταν ὁ νοῦς ἑκάστου λιμῷ περιπέσῃ θείων ἐννοιῶν καὶ τῆς διατρεφούσης τὴν ψυχὴν πνευματικῶς βρώσεως, ἀναγκάζεται καταβαίνειν εἰς τὴν ἀλλοτρίαν ἕξιν· εἴ τινα δὲ συμπερινοστοῦσαν αὐτῷ ἀγαθὴν σύνεσιν ἴδοιεν οἱ δαίμονες, σπεύδουσιν ὑπαγαγεῖν αὐτὴν τοῖς σπερματισμοῖς τοῦ ἄρχοντος αὐτῶν· ὡς τῷ Φαραὼ τὴν Σάῤῥαν οἱ Αἰγύπτιοι. Θεοῦ δὲ μόνου ἐστὶν ἐξελέσθαι καὶ τοῦτον καὶ ταύτην, ὡς τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν, τῆς τοῦ τυράννου χειρὸς καταδυναστευομένους καὶ κινδυνεύοντας. Ἀνέβη δὲ Ἀβραὰμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ' αὐτοῦ, εἰς τὴν ἔρημον. Χρὴ γὰρ τὸν ἐξ ἄκρας κοσμικῆς καὶ ἐφαμάρτου ζωῆς εἰς ἱερὰν πολιτείαν ἀνατρέχοντα, μηδέν τι τῶν ἑαυτοῦ καταλιπεῖν ὀπίσω, μὴ διάνοιαν, μὴ φαντασίαν, μή ποτε δι' ἐκεῖνο παλινοστεῖν ἀναγκάζοιτο. Μεθαρμόζεσθαι δὲ πρῶτον εἰς κατάστασιν ἔρημον κακίας καὶ ἀπαρενόχλητον ἐπιμιξίας φαυλότητος. Ὥσπερ Ἀβραὰμ, αἰχμαλωτισθέντος ὑπὸ τῶν πολεμίων τοῦ συγγενοῦς αὐτοῦ Λὼτ, παραλαβὼν τοὺς οἰκογενεῖς αὐτοῦ καί τινας ἀλλογενεῖς μὲν, φίλους δὲ, κατεδίωξεν ὀπίσω αὐτοῦ· καὶ συμμαχῶν καὶ τροπωσάμενος ἀπέστρεψε τὸν συγγενῆ, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν· οὕτω καὶ οἱ ἀπόστολοι πνευματικῶς ἐξοπλίσαντες τοὺς τροφίμους τῆς Ἐκκλησίας, συμπαραλαβόντες δὲ καί τινας τῶν κοσμικὰ μὲν φρονούντων ἔτι, φίλων δὲ τῇ εὐσεβείᾳ, κατέδραμον τῶν αἰχμαλωτισάντων ἡμᾶς δαιμόνων, καὶ καταγωνισάμενοι τούτους, ἐπέστρεψαν τοὺς αἰχμαλωτισθέντας συγγενεῖς αὐτῶν κατὰ τὸν λόγον τῆς ἀνθρωπότητος.