# Collectio dictorum veteris testamenti [Sp.] 77.1181

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1181

εἰς Αἴγυπτον λαοῦ πρώτη φορὰ, ἀπεδυσπέτει πρὸς τὴν δουλείαν. Ἡ δ' αἲξ δευτέρα ληφθεῖσα τὴν δευτέραν γενεὰν ᾐνίττετο. Ὥσπερ γὰρ ἡ αἲξ ὀλίγην παρέχει τοῖς δεσπόταις πρόσοδον, οὕτω καὶ ἡ δευτέρα γενεὰ ὀλίγην ἀπένειμε δουλείαν τοῖς Αἰγυπτίοις. Ὁ δὲ κριὸς τρίτος ληφθεὶς τὴν τρίτην προεμήνυε γενεάν. Ὥσπερ γὰρ οὗτος πλείονα δίδωσι πρόσοδον, οὕτω καὶ αὕτη πλείονα δοῦλον παρέσχεν. Ἡ μὲν οὖν διαίρεσις τῶν τριῶν γενεῶν· ἡ δ' ἀντιπρόσωπος θέσις τῶν διχοτομημάτων, τὴν κοινωνίαν τῆς κακουχίας. Καὶ ἡ πρώτη γὰρ γενεὰ ἐδυσφόρει παροικοῦσα τοῖς Αἰγυπτίοις. Συνεχώρησε δὲ τὴν ἐν Αἰγύπτῳ κάκωσιν ὁ Θεὸς, ἵνα δυσχερῶν τοσούτων ὕστερον ἀπαλλαγέντες, γνῶσι μειζόνως τὸν ἀπαλλάξαντα· γνωσθῇ δὲ καὶ αὐτὸς ἐν πάσῃ τῇ γῇ δι' ὧν ἐποίει σημείων. Ἀσύμφωνος τῷ νέῳ λαῷ, ὁ κατὰ χρόνον πρωτότοκος. Τοῦτο γὰρ ᾐνίττετο τὰ ἐν τῇ νηδύϊ τῆς Ῥεβέκας διασκιρτῶντα, καὶ ταρασσόμενα βρέφη, τὴν ἐσομένην ἔχθραν ὑποσημαίνοντα. Τῆς πτέρνης τοῦ Ἡσαῦ ὁ Ἰακὼβ ἐπείληπτο τικτόμενος. Ἐδήλου δὲ τὸ γενόμενον, ὡς ὁ νοῦς ὁ βλέπων Θεὸν διὰ καθαρότητα (τοῦτο γὰρ ἑρμηνεύεται Ἰσραὴλ) πτερνίζει τὰ πάθη τῆς γαστριμαργίας, ἀφ' ὦν καὶ τἄλλα ψυχικὰ νοσήματα τίκτονται. Ἐρίφων δέρματα νεκρὰ περιθέμενος ὁ Ἰακὼβ, ἐτύπου Χριστὸν σάρκα περιθέμενον νεκρὰν ὅτι πρὸς ἁμαρτίαν, δι' ἧς τὴν ἡμετέραν σωτηρίαν βρῶσιν ἡδίστην τῷ Πατρὶ προσεκόμισε, καὶ τὴν ἀναφαίρετον εὐλογίαν, ὡς ἀπόδεκτος γενόμενος, ἐκομίσατο καὶ τοῖς Χριστιανοῖς ἐχαρίσατο. Ἀλείφων τὸν λίθον Ἰακώβ. Δείκνυσιν ὡς ἡ σκληροκάρδιος ψυχὴ τῶν ἐθνῶν χρισθήσεται μὲν τῷ ἁγίῳ Πνεύματι, ἀφορισθήσεται δὲ τῷ Θεῷ. ᾘνίξατο δὲ καὶ ὅτι χρισθήσεται τῇ θεότητι ἡ προσληφθεῖσα σάρξ· λίθος γὰρ ὁ Χριστὸς ἀκρογωνιαῖος συνάπτων δι' ἑαυτοῦ τοὺς δύο λαούς. Καὶ εἶπε Φαραὼ πρὸς Ἰωσήφ· Εἶπον τοῖς ἀδελφοῖς σου, Παραλαβόντες τὸν Πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου. Ὁ διάβολος εἰ μόνον λάβοι τινὰς ὑπηκόους, πάσης φιληδονίας αὐτοὺς ἐμπίπλησιν. Αἴγυπτος μὲν γὰρ ἡ ἁμαρτία, ἀγαθὰ δὲ αὐτῆς αἱ κατ' αὐτὴν ἡδοναί. Ἀλλὰ καὶ ἁμάξας δίδωσιν εἰς μετακομιδὴν τῶν ὑπαρχόντων αὐτοῖς, εὔοδον τιθεὶς τὴν πρὸς αὐτὸν πορείαν, καὶ ἄπονον. Πατὴρ μὲν οὖν τῶν ἁλισκομένων, ὁ νοῦς. Ὑπάρχοντα δὲ οἱ λογισμοὶ καὶ αἱ πράξεις. Ὁμοίως δὲ πάλιν ὁ βασιλεὺς Ἀσσυρίων τοῖς ἐν Ἱερουσαλὴμ ἐπηγγέλλετο λέγων· «Ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὑτοῦ, καὶ τὴν συκῆν αὑτοῦ, καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν. Ἐπειδὴ γὰρ διττὸς ὁ τρόπος τῆς ἁμαρτίας, καὶ ἢ τῶν ἐμφύτων ἡδονῶν, ἢ τῶν θύραθεν ἡττώμενοι πλημμελοῦμεν,

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
