# Collectio dictorum veteris testamenti [Sp.] 77.1184

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1184

εἶεν ἂν ἄμπελος μὲν καὶ συκῆ αἱ θύραθεν ἡδοναὶ, ὕδωρ δὲ τοῦ λάκκου ἡμῶν αἱ ἔμφυτοι, τοῦ σώματος ἡμῶν ἀναβλύζουσαι. Καὶ αἱ μὲν θύραθεν, εἰσὶ πρόσκαιροι, αἱ δὲ ἔμφυτοι μακροχρονιώτεραι. Ὧν ἁπάντων τὴν ἀπόλαυσιν ὁ διάβολος ὑπισχνεῖται τοῖς ἀπὸ τῆς ἁγιοπρεποῦς πολιτείας, ὡς ἐξ Ἱερουσαλὴμ, αὐτομολοῦσι πρὸς αὐτὸν, καὶ δουλεύειν αὐτῷ καταδεχομένοις. Τῆς ἐξόδου περὶ τοῦ Φαραώ. Ὁ Φαραὼ πρῶτον μὲν ἀγρίοις πόνοις ἐκάκου τὸν Ἰσραηλιτικὸν λαὸν, τὴν εἰς πλῆθος αὔξησιν αὐτοῦ κωλύειν οἰόμενος. Ἀντιπράττοντος δὲ τοῦ Θεοῦ· Καθ' ὅ τι γὰρ, φησὶν, ἐταπείνουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἴσχυον· ἐφ' ἑτέραν λαθραίως ἔρχεται μηχανὴν, καὶ προστάττει ταῖς μαίαις τῶν Ἑβραίων ἀποκτείνειν μὲν τὰ ἄρσενα τῶν τικτομένων, τὰ θήλεα δὲ περιποιεῖσθαι. Ἐπεὶ δὲ καὶ τοῦτο κεκώλυκεν ὁ Θεός· «Ἐφοβήθησαν γὰρ, φησὶν, αἱ μαῖαι τὸν Θεὸν, καὶ οὐκ ἐποίησαν ὡς συνέταξεν αὐταῖς Φαραώ·» τρίτης ἐπιβουλῆς ἅπτεται, καὶ φανερῶς ἐντέλλεται τοῖς ὑπ' αὐτὸν, πᾶν μὲν τικτόμενον ἄρσεν ῥίπτειν εἰς τὸν ποταμὸν, πᾶν δὲ θῆλυ ζωογονεῖν. Καὶ ὁ διάβολος γὰρ ὁ νοητὸς Φαραὼ κατὰ τοῦ νοητοῦ Ἰσραὴλ, τὸν εὐσεβῆ λέγω λαὸν, τριπλοῦν τρόπον ἐπιβουλῆς ἐνόησε, διὰ κακούργων σκεμμάτων τὴν εἰς ἀρετὴν ἐπίδοσιν αὐτοῦ κωλύειν πειρώμενος. Καὶ πρῶτα μὲν πόνον, καὶ κακοπάθειαν αὐτοῖς ἐπιφέρει· διαμαρτὼν δὲ τοῦ σκοποῦ, τοὺς κατὰ πίστιν ἀδελφοὺς αὐτῶν καὶ φίλους ἐφοπλίζει τοῖς ἀνδρείοις εἰς τὴν εὐσέβειαν. Τοῖς γὰρ θηλυπρεπέσιν ὡς ἀσθενέσιν οὐκ ἐπιβουλεύει, χρησίμους ἑαυτῷ πρὸς ἁμαρτίαν τούτους εἰδώς. Ἀδελφαὶ δὲ καὶ φίλαι τῶν Ἑβραίων αἱ μαῖαι, διὰ τὴν ἐκ τοῦ γένους οἰκείωσιν. Ἀποτυγχάνων δὲ καὶ τῆς δευτέρας ἐπιβουλῆς, τοῦ θείου φόβου τοὺς ἐφοπλισθέντας ἐπέχοντος, ἀναφανδὸν ἐπιτρέπει τοῖς οἰκείοις ὑπασπισταῖς τὴν κατὰ τῶν ἁγίων ἀγριότητα καὶ μιαιφονίαν. Ὁ Φαραὼ τῆς ἡμετέρας πολιτείας, τὸ μὲν θῆλυ καὶ ἀσθενὲς καὶ εὐπειθὲς αὐτῷ φιλεῖ καὶ ζωογονεῖ· τὸ δὲ ἄῤῥεν καὶ ἀνδρεῖον καὶ πρὸς ἐπανάστασιν ὕποπτον φονεύειν ἐπείγεται. Οἱ δὲ σώφρονες καὶ προνοητικοὶ λογισμοὶ γεννήσαντες τὴν ἀρετὴν, ὡς οἱ γονεῖς τὸν Μωσέα, καὶ τῇ κιβωτῷ τῆς παιδεύσεως ἐνασφαλισάμενοι, τὸν ἐνάρετον οὐ συγχωροῦσι καταποντισθῆναι τῷ ῥείθρῳ τοῦ βίου. Κομισθέντα δὲ τοῦτον ἐπὶ τὴν ὄχθην τῆς σταθερότητος, ἡ ἔξω φιλοσοφία λαβοῦσα, θυγάτηρ μὲν οὖσα τῷ Φαραὼ, διὰ τὸν τῦφον καὶ τὴν ἀσέβειαν, ἄγονος δὲ διὰ τὸ μηδένα τόκον αὐτῆς εἰς φῶς προάγειν θεογνωσίας, ὑποβαλλομένη υἱοθετεῖ τῷ μητρῴῳ γάλακτι τιθηνούμενον. Οὐ γὰρ ἀφίσταται τῶν ἱερῶν δογμάτων, εἰ καὶ τὴν Ἑλληνικὴν μετέρχεται παίδευσιν. Πρὸς ὕψος δὲ πνευματικῆς ἡλικίας ἀναδραμὼν, μέσος γίνεται δύο μαχομένων, ὁμογενοῦς καὶ ἀλλοφύλου. τοῦτ' ἕστιν, εὐσεβοῦς λόγου καὶ ἀσεβοῦς, ἢ ἀρετῆς

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
