Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1185
Not analysed yet
καὶ κακίας, καὶ τῷ οἰκείῳ συστὰς ἀναιρεῖ τὸ ἀλλότριον. Φοβηθεὶς δὲ τὸν ἀπὸ τοῦ Φαραὼ κίνδυνον, φεύγει ποῤῥωτάτω τῆς ἐξουσίας αὐτοῦ, πρὸς ὑψηλοτέραν πολιτείαν ἀνατεινόμενος, καὶ τοὺς πονηροὺς ποιμένας ἀδίκως χρωμένους τῷ νάματι διδασκαλίας, ἀπελαύνει τῇ ῥάβδῳ τῶν ἐλέγχων, κἂν ἀλλοφύλῳ πάλιν συνοικῆσαι δέῃ, τοῦτ' ἔστι συγγενέσθαι τῇ θύραθεν φιλοσοφίᾳ, καταδέχεται τοῦτο διὰ τὴν χρείαν, ἐν γαλήνῃ διάγων καὶ ποιμαίνων τὰ κινήματα τῆς ψυχῆς. Οὕτω δὲ βιοῦντι φανήσεται τὸ κατὰ τὴν βάτον μυστήριον ἐλλάμπον αὐτῷ, καὶ διδάσκον ὅτι τὸ πῦρ τῆς θεότητος περιλαβὸν τὴν ἀνθρωπίνην φύσιν, κατὰ τὴν ἐνανθρώπησιν, ταύτην μὲν ἐπυράκτωσε καὶ ἐθέωσε, σῶαν συντηρῆσαν. Τὰς δὲ προβαλλομένας ἀκάνθας τῆς ἁμαρτίας κατέκαυσε. Καὶ ὅτι προτύπωσίς ἐστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ὥσπερ γὰρ ἡ βάτος χαμαιπετής ἐστι, καὶ διηπλωμένη κατὰ τῆς γῆς, καὶ πεφρικυῖα ταῖς ἀκάνθαις· οὕτω καὶ τὰ ἔθνη περὶ τὰ γεηρὰ πρότερον ἐσύροντο νοήματα, καὶ τὰ πάθη τῆς ἁμαρτίας, μηδὲν ὑψηλὸν δυνάμενα φαντασθῆναι· καὶ κατὰ τῆς γῆς ἦσαν ἐσκεδασμένα, καὶ τὰς ἀκάνθας τῆς ἁμαρτίας περιεβέβληντο. Τὸ δὲ διὰ τοῦ θείου βαπτίσματος ἄϋλον πῦρ φλογίζον ἀπαθῶς αὐτὰ καθαίρει, μόνας ἐμπιπρῶν τὰς ἀκάνθας τῆς ἁμαρτίας· «Αὐτὸς γὰρ, φησὶν, ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Καὶ ὅτι σκιαγραφεῖ τὴν νηδὺν τῆς θεομήτορος· ἐν ᾗ τὸ πῦρ τῆς θεότητος ἀστράψαν ἀκατάφλεκτον αὐτὴν διεφύλαξεν. Ὥσπερ ὁ Μωσῆς βραδύγλωσσος ἦν, οὕτω καὶ ὁ Μωσαϊκὸς νόμος βραδύγλωσσός ἐστι πρὸς τὸ διαρθροῦν τὸν περὶ τοῦ ὄντος λόγον, καὶ τρανοῦν τὴν περὶ τῆς ἁγίας Τριάδος θεολογίαν. Καὶ ἰσχνόφωνος δὲ, ὡς ὀλίγους προσλαλεῖν δυνάμενος. Ὀλίγοι γὰρ οἱ Ἰσραηλῖται πρὸ ὅλα τὰ ἔθνη. Διὸ προστίθεται τούτῳ καὶ Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ, τοῦτ' ἔστιν, ὁ εὐαγγελικὸς νόμος. Ὥσπερ γὰρ ὁ Χριστὸς ἀδελφός ἐστι Μωσέως κατὰ τὸ ἀνθρώπινον· οὕτω καὶ ὁ εὐαγγελικὸς νόμος ἀδελφός ἐστι καὶ σύμφωνος τῷ Μωσαϊκῷ κατὰ τὸ πνευματικὸν αὐτοῦ καὶ νοούμενον. Ὃς καὶ διαλέγεται πᾶσι τοῖς ἔθνεσιν, ὡς καὶ Ἀαρὼν παντὶ τῷ λαῷ. Καὶ ὁ μὲν εὐαγγελικὸς τῷ Μωσαϊκῷ γίνεται στόμα, ἐπεὶ καὶ Ἀαρὼν τῷ Μωσεῖ καὶ διερμηνεύει ἃ πνευματικῶς καὶ ἀσυμφανῶς ἐκεῖνος λαλεῖ, καὶ τὸ ἰσχνόφωνον αὐτοῦ πρὸς τὸ εὐηχέστερον μετατίθησιν. «Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι διὰ τῆς τοῦ ἐλλείποντος προσθήκης.» Ὁ δὲ Μωσαϊκὸς τῷ εὐαγγελικῷ γίνεται τὰ πρὸς τὸν Θεόν· τῷ γὰρ εὐαγγελικῷ αἱ ἀφορμαὶ τῆς θεοσεβείας ἐκ τοῦ Μωσαϊκοῦ γεγόνασι. «Μωσῆς δὲ, φησὶν, ἦν ἐτῶν πʹ, ὅτε ἐλάλησε πρὸς Φαραώ. Ἀαρὼν δὲ πγʹ ἦν ἐτῶν·» κατὰ χρόνον μὲν γὰρ ὁ πρῶτος ὁ Ἀαρών. Ἐπεὶ καὶ ἡ εὐαγγελικὴ πολιτεία πρὸ τῆς νομικῆς ἐν Ἀβραὰμ, καὶ τοῖς κατ' ἐκεῖνον, ἐφάνη. Κατὰ δὲ τὴν ἀποστολὴν καὶ διακονίαν, δεύτερος, ἐπεὶ καὶ τὸ εὐαγ-