# Collectio dictorum veteris testamenti [Sp.] 77.1197

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1197

μὴ συγχωροῦσα ἐντρανίζειν ταῖς τῆς ἀληθείας αὐγαῖς. Τὸ δὲ πῦρ εἰς εἰκόνα τοῦ φωτὸς ὃ καταλάμπει τὸν νοῦν τῶν εἰς Χριστὸν πιστευόντων. Προβαίνουσαι δὲ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο ἰσχυρότεραι· ἐπιδημήσαντος γὰρ τοῦ Χριστοῦ ἡμῖν, τρανότερα καὶ γνωριμώτερα γεγόνασι τὰ περὶ αὐτοῦ τῷ νόμῳ διαγορευόμενα. «Ἀκούσατε γὰρ ταῦτα, φησὶ, πάντα τὰ ἔθνη.» Ἀλλ' «Ὁ μὲν Μωσῆς ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ.» Ὁ μὲν γὰρ οἷον παιδαγωγὸς ἐζήτει τὸν νόμον ᾧ βελτιωθῆναι μέλλοιεν· ὁ δὲ Θεὸς ἐνομοθέτει. Φωνὴ δὲ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς Λόγος. Ἐξ αὐτοῦ γὰρ ὁ νόμος, εἰ καὶ δι' ἀγγέλων τῷ Μωσεῖ λελάληται. Κελεύσαντος δὲ τοῦ Θεοῦ, ἄνεισι Μωσῆς εἰς τὴν κορυφὴν τοῦ ὄρους· καλέσαντος γὰρ τοῦ Χριστοῦ τὸν πιστὸν λαὸν, τὸν ὑπερκείμενον τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ θεράποντα τοῦ Θεοῦ, ἄνεισιν οὗτος ἐπὶ τὴν ὑψηλοτάτην θεογνωσίαν· ὁ δὲ λαὸς εἴργεται ἐγγίζειν, ἵνα μὴ ἀποθάνῃ. Τοῖς γὰρ κοσμικοῖς καὶ φιλοσάρκοις ἐπικίνδυνος ἡ ὑψηλοτέρα θεωρία, ἀλλὰ καὶ τοῖς ἀνάγνοις ἱερεῦσιν· Ἁγιασθήτωσαν γὰρ, φησὶ, μήποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν ὁ Κύριος· τοῦτ' ἔστιν, ἀνέλῃ, ἢ καὶ ἀπαναχωρήσῃ διὰ τὴν ἀκαθαρσίαν αὐτῶν. Καταβάντος δὲ Μωσέως καὶ διαμαρτυραμένου τῷ λαῷ· συγκαταβατικῶς γὰρ καὶ οἱονεὶ γεωδῶς καὶ σωματικῶς ὁ νόμος Ἰουδαίοις διαλέγεται· συνάνεισιν αὐτῷ καὶ Ἀαρὼν, τοῦ Θεοῦ κελεύσαντος. Ἐγγίζει γὰρ τῷ Θεῷ πρότερος ὁ Μωσαϊκὸς νόμος ὡς ἅγιος, ὕστερον δὲ καὶ ὁ εὐαγγελικὸς, ὡς ἱερώτατος, καὶ συζεύγνυνται κατὰ Θεὸν, ἤτοι κατὰ τὴν πνευματικὴν θεωρίαν· συνᾴδουσι γὰρ κατά γε τὸ πνευματικῶς θεωρούμενον. Κωλύεται δὲ τὸ λοιπὸν ἱερατικὸν γένος ἀνελθεῖν εἰς τὴν κορυφὴν τοῦ ὄρους. Τοῖς γὰρ ἔτι τὴν ἐν σκιαῖς τελοῦσι λατρείαν οὐ δίδοται παρὰ Θεοῦ, τὸ πρὸς ὕψος ἀνάγεσθαι δογμάτων, τετήρηται δὲ τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ λατρευταῖς τοῦ Θεοῦ. «Ὑμῖν γὰρ, φησὶ, δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.» Ὁ Μωσῆς ἀφεὶς τὴν πεδιάδα, καὶ περὶ τοὺς πρόποδας τοῦ ὄρους γενόμενος, ἀνῆλθεν εἰς αὐτὸ, καὶ διασχὼν τὴν νεφέλην, λαμπρότητα Θεοῦ εἶδε καὶ ἔπαθε. Πεδιὰς ἀναγωγικῶς ὁ ἐνάρετος βίος· παντὶ γὰρ ῥᾴδιος. Πρόποδες δὲ τοῦ ὄρους ἡ πρακτικὴ ἀρετὴ, καὶ τοῖς ἀνδρειοτέροις εὐεπιχείρητος, δι' ἧς ἐπὶ τὸ τῆς θεωρίας ὕψος χειραγωγούμεθα. Ὄρος δὲ τὸ περίοπτον καὶ κορυφαῖον τῆς θεωρητικῆς ἀρετῆς, ὃ τοῖς τελείοις καὶ μόνοις βάσιμον. Ἀλλ' οὐδὲ ἐνταῦθα γενόμενος, ἴσχυσε τοῦ ποθουμένου τυχεῖν· ἐνεπόδιζε γὰρ ἡ νεφέλη, τοῦτ' ἔστι, τὸ πάχος τῆς σαρκός. Καὶ διασχὼν καὶ οἷον ὑπερβὰς ταῖς πρὸς Θεὸν νεύσεσιν, εἶδέ τε δόξαν Θεοῦ, λόγους ἀποῤῥήτους μαθὼν, καὶ πέπονθε λαμπρυνθεὶς τὸ πρόσωπον, ὡς ἐπικαλύμματος δεῖσθαι, πρὸς τὸν λαόν. Καὶ γὰρ οἱ συγγραφέντες αὐτῷ λόγοι κάλυμμα μὲν ἔχουσι τὴν σωμα-

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
