# Collectio dictorum veteris testamenti [Sp.] 77.1204.1

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1204.1

ὄντων, ἀῤῥήτως μυστήριον ὑπαγορεύει. Παρασκευὴ λέγεται ἡ ἕκτη ἡμέρα, διότι ἐν αὐτῇ παρασκευάζονται πρὸς τὸ Σάββατον Ἰουδαῖοι. Ἦν δὲ τύπος τοῦ παρόντος βίου, ἐν ᾧ παρασκευαζόμεθα πρὸς τὸν μέλλοντα, κατάπαυσιν ὄντα τῶν ἐν τῷ παρόντι γινομένων ἔργων. Ἐκεῖ γὰρ οὐδὲν τῶν ὧδε σπουδαζομένων ἐπιτελεῖται. Καὶ καθάπερ Ἑβραῖοι τοῦ κατὰ τὴν Παρασκευὴν συναγομένου μάννα τὸ μὲν κατὰ τὴν ἡμέραν ταύτην ἤσθιον, τὸ δὲ κατὰ τὴν ἑβδόμην· οὕτω καὶ ἡμεῖς τῶν ἐνταῦθα συναγομένων πνευματικῶν ἔργων, τῶν μὲν ἐνταῦθα, τῶν δὲ ἐκεῖ ἀπολαύσομεν. Σαββατίζει δὲ πνευματικῶς ὁ προσκαρτερῶν τῷ Θεῷ, καὶ σχολὴν ἄγων ἀπὸ τῶν βιωτικῶν ἔργων, καὶ τοῖς πνευματικοῖς ἐνασχολούμενος. Περὶ τοῦ Πάσχα λεπτομερὴς θεωρία. Ἐν ἀρχῇ τοῦ ἔτους ὡρίζετο, καὶ ἐν τῷ πρώτῳ μηνὶ, τῆς ἱερουργίας ὁ καιρὸς, ὅτι ἀρχὴ πάντων, καὶ ἐν ἀρχῇ πάντων καὶ πρὸ πάντων ὁ Χριστὸς κατὰ τὴν θεότητα. Δούλοις δὲ οὖσιν ἔτι τοῖς Ἰσραηλίταις τῶν Αἰγυπτίων τοῦτο νενομοθέτηται, εἰ καὶ νῦν αὖθις ἐπαναλαμβάνει τὴν περὶ τούτου νομοθεσίαν. Μηδὲ γὰρ ἂν ἄλλως δύνασθαι τοὺς δούλους τῆς ἁμαρτίας διαφυγεῖν τὴν τυραννίδα τῶν δαιμόνων, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετουσίας καὶ κοινωνίας τοῦ ἀληθινοῦ ἀμνοῦ, τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Λαμβάνεται δὲ τὸ πρόβατον, οὐκ ἐν τῇ πρώτῃ ἡμέρᾳ τοῦ μηνὸς, ἀλλ' ἐν τῇ δεκάτῃ. Πολλοὶ γάρ τινες αἰῶνες ἦσαν πρὸ τῆς τοῦ κόσμου καταβολῆς, καθ' οὓς ἦν ὁ Χριστὸς τῇ θεότητι, ὥσπερ καὶ πολλαὶ ἡμέραι πρὸ τῆς δεκάτης. Διατηρεῖται δὲ μέχρι τῆς ιδʹ διὰ τοὺς εʹ καιροὺς τῶν καθ' ἡμᾶς αἰώνων. Πρῶτος μὲν γὰρ καθ' ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. Δεύτερος δὲ καθ' ὃν ὁ Νῶε. Τρίτος δὲ καθ' ὃν ὁ Ἀβραάμ. Τέταρτος δὲ καθ' ὃν ὁ Μωσῆς καὶ οἱ προφῆται. Πέμπτος δὲ καθ' ὃν ἐνηνθρώπησεν ὁ Χριστός. Τοῦτον δὲ τὸν καιρὸν αἰνίττεται καὶ τὸ, Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου. Ἐν τούτῳ γὰρ ἡ ἐλευθερία τῆς δουλίας τῶν δαιμόνων καὶ τῶν παθῶν γέγονε. Τούτους, οἶμαι, τοὺς εʹ καιροὺς ὑποσημαίνει καὶ ἡ παραβολὴ τοῦ μισθωσαμένου τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· ὃς ἐξῆλθεν ἅμα πρωῒ, καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐννάτην καὶ ἑνδεκάτην, καθ' ἣν ἐμισθώσατο τὰ ἔθνη Χριστὸς κεκλημένα πρὸς ἐργασίαν τῶν εὐαγγελικῶν ἐντολῶν. Λαμβάνεται μὲν οὖν, ὡς εἴρηται, τὸ πρόβατον ἀπὸ ιʹ τοῦ μηνὸς, καὶ διατηρεῖται μέχρι ιδʹ, ἵνα γνῷς ὅτι ἐφυλάττετο μὲν τὸ κατὰ Χριστὸν μυστήριον ἐν προγνώσει τῆς ἁγίας Τριάδος, ἐξ αὐτῆς ἄρα τῆς τοῦ κόσμου καταβολῆς, ὃς ἦν ὁ πρῶτος καιρός. Ἐτελέσθη δὲ κατὰ τὸν εʹ, ἤτοι τὸν τελευταῖον, καὶ ἐτύθη πρὸς ἑσπέραν, ἔτι τοῦ σκότους τῆς ἀγνοίας καὶ πλάνης κατακεχυμένου τῆς γῆς. Ἦν δὲ ἡ σελήνη τέσσαρες καὶ δεκάτη τηνικαῦτα, καὶ πληροφαής· ἵνα νοήσῃς ὡς τοῦ σκότους ἄρχων διάβολος πλήρη τὴν οἰκείαν εἶχε δόξαν. Σελήνη γὰρ εἰς ἀρχὴν τέθειται τῆς νυκτὸς, καὶ ὥσπερ τι νόθον φῶς τὴν τοῦ κόσμου σοφίαν ταῖς τῶν πλανωμένων καρδίαις ἐντιθεὶς, πληρεστάτην ἑαυτῷ τὴν δόξαν

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
