Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1205
Not analysed yet
ἐπραγματεύετο· ἀποθανόντος δὲ τοῦ ἀληθινοῦ ἀμνοῦ δι' ἡμᾶς, ἤρξατο καταλύεσθαι τὸ τοιοῦτον ἐκείνου φῶς. Ἀπολήγειν γὰρ ἐκ τότε τὴν σελήνην ἀνάγκη, καὶ δαπανᾶσθαι τὸ ταύτης φῶς. Καὶ τοῦτο ἦν ἄρα τὸ ἐν Ψαλμοῖς ᾀδόμενον, «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» Ἀνέτειλε γὰρ ἐν ταῖς ἡμέραις Χριστοῦ δικαιοσύνη τε καὶ εἰρήνη, καὶ ὁ τῆς νυκτὸς ἄρχων ἀντανῃρέθη. Ὡς γὰρ ἀνελὼν τὸν ἄνθρωπον, ἀντανῃρέθη παρὰ Χριστοῦ. Λαμβάνεται δὲ ἑκάστον πρόβατον κατ' οἰκίας. Δεῖ γὰρ ἑκάστῳ τὸν Χριστὸν ὅλον ἐνοικίζεσθαι. Οἱ δὲ μὴ δυνάμενοι καθ' ἑαυτοὺς τὸν Χριστὸν λαμβάνειν, καὶ δι' ἑαυτῶν συνιέναι τὸ κατὰ Χριστὸν μυστήριον, δι' ἀσθένειαν καὶ πενίαν διανοίας, ποιοῦνται κοινωνοὺς καὶ τοὺς γείτονας, ἤτοι τοὺς ὁμοπίστους, ἵνα δι' ἀλλήλων εἰς μείζους θεωρίας ἀναταθῶσιν. Ἔστω δὲ, φησὶ, τὸ πρόβατον τέλειον· τέλειος γὰρ ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι. Ἀλλὰ καὶ ἄρσεν· αὐτὸς γάρ ἐστιν ὁ πᾶσιν ἡμῖν ἐντιθεὶς τῆς θεογνωσίας τὰ σπέρματα· ἀλλὰ καὶ ἐνιαύσιον, ἵνα καθ' ἕκαστον ἐνιαυτὸν ἐπιτελῆται τὸ πάσχα. Λαμβάνεται δὲ ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων, ὡς Θεολόγος ἡρμήνευσε. Χρίονται δὲ τῷ αἵματι οἱ σταθμοὶ καὶ ἡ φλιὰ, τοῦτ' ἔστι τὸ σῶμα. Τοῦτο γὰρ οἰκία τῆς ψυχῆς, καὶ τοῦτο τὴν ἐκ παραβάσεως ἀπελαύνει νέκρωσιν. Καὶ θύραι δὲ τῆς τοιαύτης οἰκίας αἱ ἐν ἡμῖν αἰσθήσεις· δι' ὧν ταῖς ἁπάντων καρδίαις ἡ τῶν πραγμάτων διακονεῖται ποιότης. Ἐσθίεσθαι δὲ τὰ κρέα προστάττει ταύτῃ τῇ νυκτί· τοῦτ' ἔστι, κατὰ τὸν ἐνεστῶτα αἰῶνα. Νύκτα γὰρ αὐτὸν καὶ Παῦλος ἐκάλεσε, λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν·» ἡμέραν ὀνομάζων τὸν αἰῶνα τὸν μέλλοντα. Ἕως μὲν οὖν ἐσμεν ἐν τῷδε τῷ κόσμῳ, ἐσθίομεν τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα διὰ τῆς μεταλήψεως· μεταβαίνοντες δὲ ἐντεῦθεν, τρόπον ἕτερον αὐτοῦ μεταληψόμεθα. Πυρὶ δὲ ὀπτῶντας ἐσθίειν κελεύει τὰ κρέα· δηλαδὴ τῷ πυρὶ τοῦ πνεύματος καὶ τῆς ἀγάπης Χριστοῦ. Ἀλλὰ καὶ ἄρτους ἀζύμους ἐπὶ πικρίδων φαγεῖν· ἤγουν ἀζύμοις καὶ καθαραῖς ἐπιθυμίαις τὴν ἑαυτῶν ψυχὴν ἀποτρέφειν, καὶ ἀμιγέσι φαυλότητος, καὶ προσίεσθαι τὰς ἐκ πειρασμῶν πικρίας. Οὐκ ἔδεσθε δὲ, φησὶν, ἀπ' αὐτῶν ὠμόν. Ἐπὶ γὰρ τὸ ὠμὸν οὐ ῥᾳδίως ἥκει τοῖς ὀδοῦσιν, οὐδ' εἰς πέψιν ἐσθίεται. Ὠμὸν πάντως ἐσθίουσιν οἱ μὴ δι' ἐρεύνης ἀκριβοῦς τὸ κατὰ Χριστὸν μυστήριον καταλεπτύνοντες τοῖς ὀδοῦσι τῆς διανοίας· πυροῦντές τε καὶ δοκιμάζοντες κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· «Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Κωλύει δὲ ἐσθίειν καὶ ἐψημένον ἐν ὕδατι, τὴν ὑδαρεστέραν καὶ ἐκλελυμένην περὶ αὐτοῦ διάληψιν οὐ καλὴν ἔσεσθαι τροφὴν ὑποφαίνων. Κεφαλὴν δὲ πάλιν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις ἐπιτάττει φαγεῖν, ἵνα ὅλη δι' ὅλου τοῦ κατὰ Χριστὸν μυστηρίου ταῖς διανοίαις ἡμῶν ἡ γνῶσις. Εἴη δ' ἂν κεφαλὴ μὲν ἡ ἀρχὴ τοῦ μυστηρίου, πόδες δὲ, τὸ τέλος. Ἐνδόσθια δὲ οἱ ἀποῤῥητότεροι καὶ κρυφιωδέστεροι λόγοι. Τὸ