Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1212
Not analysed yet
σίας τοῦ ἁγίου Πνεύματος, τὸ σῶμά τε καὶ τὴν ψυχὴν ὁλικῶς μεταμορφούσης πρὸς τὸ θειότερον Ἡ μὲν τράπεζα τῶν ἄρτων τὴν ἐκ τῆς γῆς τῶν ἡμῖν ἐπιτηδείων ἀνάδοσιν ὑπῃνίττετο, ἢ τὸν ἐνιαυσιαῖον κύκλον, τεσσάρων καιρῶν τροπαῖς μεριζόμενον· ἡ δὲ λυχνία, τὸ ἐκ τῶν ἀστέρων φῶς, ἢ τὴν ἡμέραν· ὅθεν καὶ ζʹ τοὺς φωστῆρας εἶχε, διὰ τὰς ζʹ τῆς ἑβδομάδος ἡμέρας, ἢ τοὺς ζʹ πλανωμένους ἀστέρας. Ἀλλὰ τοιαῦτα μὲν τὰ τῆς πρώτης σκηνῆς, εἰς σύμβολον τῆς παρούσης καταστάσεως· ὥσπερ τῆς δευτέρας σκηνῆς εἰς σύμβολον τῆς μελλούσης· τὸ μὲν γὰρ θυμιατήριον ἐσήμαινε τὸ κεχαρισμένην εἶναι ταύτην Θεῷ, τὸ δὲ μάννα, τὴν τηνικαῦτα οὐράνιον καὶ πνευματικὴν τροφήν· ἡ δὲ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, τὸ τῆς μελλούσης ἱερωσύνης ἀειθαλές· αἱ δὲ πλάκες τῆς Διαθήκης τὰς πλάκας τῶν καρδιῶν, αἷς ἐνεγράφησαν αἱ ἐντολαὶ τοῦ Θεοῦ. Ὁ δ' ἐν ἅπασι χρυσὸς, τὸ τιμιώτερα τῶν παρόντων εἶναι τὰ μέλλοντα. Τὰ δὲ ἐπὶ τῷ ἱλαστηρίῳ Χερουβὶμ, μίμημα τῶν ἀοράτων λειτουργικῶν δυνάμεων, ὧν ἐν τῷ μέσῳ χρηματίζων ὁ Θεὸς ἐξιλάσκετο. Οἱ μὲν χρυσοῖ κώδωνες ἐδήλουν τὸ τῆς πίστεως καθαρὸν καὶ λαμπρὸν, καὶ εὔηχον ἐν δόγμασι καὶ διδάγμασι· οἱ δὲ ῥοΐσκοι τὸν βίον τοῦ ἱερέως καὶ διδασκάλου. Ὥσπερ γὰρ τῆς μὲν ῥοιᾶς τὸ μὲν φαινόμενον σκληρὸν καὶ στυφὸν, ὁ δ' ἐγκεκρυμμένος καρπὸς ἡδύς· οὕτω καὶ τούτων ὁ βίος κατεσκληκὼς μὲν καὶ δυσπρόσιτος τὸ φαινόμενον. Ἐπειδὰν δὲ ὁ Γεωργὸς ἡμῶν ἀνοίξῃ καὶ φανερώσῃ τὸ ἀπόθετον τούτου κάλλος, τότε γλυκεῖα γίνεται τοῖς ἀπολαύσασιν ἡ μετουσία τῶν ἰδίων καρπῶν. Ὀσσύβους καλεῖ τὰ ἔξω τῆς χρείας ἀπηρτημένα τοῦ χιτῶνος χάριν κόσμου σφαιροειδῆ ἀπαρτήματα. Δεῖ γὰρ τὸν βίον τοῦ ἱερέως μὴ ταῖς ἐντολαῖς κοσμεῖσθαι μόνον, ἀλλ' ἔχειν τι οἴκοθεν εἰς προσθήκην κόσμου. Καὶ ἐπιθήσεις τῷ λογείῳ τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. Οὐκ ἦν ὅλως τέχνημά τι ἡ δήλωσις καὶ ἡ ἀλήθεια· ἦ γὰρ ἂν εἴρηκε καὶ τὸν τρόπον τῆς κατασκευῆς αὐτῶν· ἀλλὰ μόνον γνῶσις ἦν τις πνευματική· ἐπιτιθέντος Μωσέως τὸ λογεῖον τῷ στήθει τοῦ ἱερέως, συνεισήρχετο νοητῶς ἡ δήλωσις καὶ ἡ ἀλήθεια, θεία τις ἀποκάλυψις οὖσα, καὶ τὴν καρδίαν τοῦ ἱερέως καταφωτίζουσα. Διὸ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ φωτισμοὺς καὶ δήλους ταῦτα ὠνόμασαν· διδασκούσης ἡμᾶς τῆς τοιαύτης διατυπώσεως, ὡς εἰ τις τὸ λογεῖον ἤτοι τὸ ἡγεμονικὸν τῆς ψυχῆς, τὸ διακρῖνον τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καθαρὸν φέροι καὶ λαμπρὸν, καὶ ταῖς ἀρεταῖς καθάπερ λίθοις τιμίοις τοῦτον κατακοσμήσοι, τῶν ἐνθυμημάτων ἀνακυκλουμένων εἰς ἑαυτὰ, καὶ ὥσπερ διπλασιαζομένων, ἵνα μηδὲν ἀβασανίστως ἀπὸ τῆς γλώττης προφέροιτο (τοῦτο γὰρ δηλοῖ τὸ προστετάχθαι διπλοῦν εἶναι τὸ λογεῖον), τότε δὴ, τότε παραπόδας καὶ αὐτομάτως παρέσται τούτῳ ἡ δήλωσις καὶ ἡ ἀλήθεια, τὰς φωτεινὰς ἀποκαλύψεις κομίζουσα. Τὸ μὲν λογεῖον ἐπετίθετο τῷ στήθει τοῦ ἀρχιε-