# Collectio dictorum veteris testamenti [Sp.] 77.1217

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1217

πᾶσαν τὴν οἰκοδομὴν τῆς εὐσεβείας βαστάζουσα. Χριστὸς δὲ παραγενόμενος ὁ ἀληθὴς ἀρχιερεὺς καὶ θύσας ἑαυτὸν, δέδωκε τοῖς ἀνδρικοῖς εἰς γνῶσιν μετὰ τῆς σαρκὸς καὶ τὸ αἷμα. Ὁ γὰρ τέλειος εἰς ἀρετὴν, καὶ τοὺς λόγους τῶν ἐντολῶν ὡς αἷμα πίνει διὰ τῆς γνώσεως. Περὶ λέπρας τῆς οἰκίας. Ἐν τῷ νόμῳ τῷ περὶ τῆς οἰκίας ἐχούσης λέπραν, ὅλον ὅρα τὸ τοῦ Σωτῆρος ἡμῶν μυστήριον, καὶ τὸν διὰ τοῦ βαπτίσματος καθαρισμόν.* Τὰς δύο τοῦ Χριστοῦ φύσεις, ὧν ἡ μὲν ἄνωθεν κατῆλθεν, ἡ δὲ κάτωθεν ἀνῆλθεν, μετὰ τὴν ἀνάστασιν. Ζῶντα δὲ καὶ καθαρὰ, διότι ζωῆς καὶ καθαρότητος αὗται παρεκτικαί. Καὶ διὰ μὲν τοῦ κεδρίνου ξύλου τὸ ἀδιάφθορον αἰνίττεται τοῦ σώματος τοῦ Χριστοῦ, διὰ δὲ τοῦ κεκλωσμένου κοκκίνου τοὺς ἀναμεμιγμένους δύο κρουνοὺς αἵματος καὶ ὕδατος, ἢ τὸν διπλοῦν λόγον θεότητος καὶ ἀνθρωπότητος. Διὰ δὲ τοῦ ὑσσώπου τὴν ζέσιν τοῦ ἁγίου Πνεύματος· θερμὴ γὰρ καὶ ἡ πόα σμηκτική. Καὶ διὰ μὲν τοῦ ζῶντος ὀρνιθίου, τὸν ζῶντα Λόγον· διὰ δὲ τοῦ αἵματος τοῦ ἐσφαγμένου, τὸ τίμιον αἷμα τῆς προσληφθείσης σαρκός. Διὰ δὲ τοῦ ζῶντος ὕδατος, τὴν ζωοποιὸν χάριν τοῦ βαπτίσματος, ᾧ περιῤῥαίνεσθαι χρὴ τὴν οἰκίαν, ἤτοι τὴν οἰκουμένην ἑπτάκις· εἴτουν μυστικῶς δέ· μυστικώτατος γὰρ οὗτος ὁ ἀριθμός. Τὸ ζῶν ὀρνίθιον, τὸ ἐξαποστελλόμενον ἔξω τῆς πόλεως εἰς τὸ πεδίον, ἐδίδασκεν, ὅτι ζήσεται ὁ ἀποθανὼν Χριστὸς, καὶ ἔξω τοῦ κόσμου γενόμενος μεταστήσεται, καὶ εἰς τὸ πλατὺ δὲ καὶ καθαρὸν πεδίον, τὸν οὐρανὸν ἀναδραμεῖται. Εἴρηκεν ὁ νόμος· Τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ τοῦ ἀλλογενοῦς ἄρχοντος, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου. Θυγάτηρ μὲν γὰρ τοῦ πιστεύοντος νοὸς, ἡ ἀγαθὴ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ ἀγαθὸς λογισμός. Αὖθις δὲ θυγάτηρ μὲν τοῦ ἀλλογενοῦς ἄρχοντος, ἢ τοῦ διαβόλου τοῦ ἄρχοντος τῶν παθῶν, ἡ πονηρὰ διάνοια, υἱὸς δὲ αὐτοῦ ὁ πονηρὸς λογισμός. Οὐ χρὴ δὲ τοῖς ἀγαθοῖς τὰ πονηρὰ ἀναμίγνυσθαι. Τὸ κτῆνός σου οὐ κατοχεύσεις ἑτεροζύγῳ, καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον. Κτῆνος ἐνταῦθα λέγει τὸ ὑποζύγον· διὰ τοῦ ὑποζυγίου δὲ τὸ ὑποχείριον ἅπαν αἰνίττεται, κελεύων τοῖς ἡγουμένοις, μὴ συγχωρεῖν ὑπάγεσθαι τοῖς σπερματισμοῖς τῶν ἑτεροδόξων τοὺς ὑπὸ χεῖρα, μή πως ἑτεροφυῆ καὶ νόθα τέκωσι δόγματα. Πάλιν δὲ ἀμπελῶνα καλεῖ τοὺς καταπεφυτευμένους ἐν τῇ Ἐκκλησίᾳ, οὓς οὐ χρὴ παρορᾷν κατασπειρομένους διαφόρως, εἴτουν ποικίλως ἀσεβῶν σπέρμασιν· ἵνα μὴ ταῦτα τὴν ἰκμάδα καὶ πιότητα τῶν ψυχῶν αὐτῶν εἰς ἑαυτὰ δαπανήσαντα, ποιήσωσιν αὐτὰς ἀκάρπους εἰς τὴν εὐσέβειαν. Ἐξοστρακίζων τὴν βλακείαν ὁ Θεὸς, καὶ μόνης γενέσθαι τῆς χρείας τοὺς ὑπηκόους βουλόμενος, διὰ μὲν τοῦ μὴ συνυφαίνειν λίνον καὶ ἔριον, τὴν ποικι-

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
