# Collectio dictorum veteris testamenti [Sp.] 77.1225

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1225

τῶν Ἰσραηλιτῶν ἐξάρσεις, τὰς πυκνὰς κατ' ἀρετὴν προκοπὰς τοῦ νέου λαοῦ τῶν πιστῶν, καὶ καθ' ἡμέραν ὀφειλομένας ἐπεκτάσεις ἐπὶ τὰ ἔμπροσθεν, ὑπεσήμαινον. Ἅγιον ὠνόμασεν ὁ νόμος τὸν ὑποσχόμενον τῷ Θεῷ τὴν ἑαυτοῦ κόμην. Λαμβάνεται γὰρ ἡ κεφαλὴ μὲν εἰς τύπον τοῦ νοῦ, ὡς ἐνδιαίτημα νοῦ· αἱ δὲ τρίχες εἰς τὰς ἐννοίας. Νοῦ γὰρ αὗται γεννήματα. Χρὴ τοίνυν ἡμᾶς μὴ γυμνὸν καὶ ἐψιλωμένον ἐννοιῶν ἀγαθῶν ἔχειν τὸν νοῦν, ἀλλὰ βρύοντα ταύταις καὶ κομῶντα Θεῷ. Περὶ τῆς πυῤῥᾶς δαμάλεως. Ὁ καταπιπρῶν τὴν δάμαλιν καὶ ἀναμιγνὺς τῇ σποδιᾷ τὸ κέδρινον ξύλον, καὶ μέντοι καὶ ὁ συλλέγων τὴν σποδιὰν, ἀκάθαρτοι γὰρ, φησὶν, ἕως ἑσπέρας, καίτοι φαιδρυνόμενοι τὰ ἄμφια καὶ ὑπάρχοντες καθαροί, ὑποδηλοῦντος τοῦ νόμου τὸ τῆς ἀνθρωπείας φύσεως ἀσθενὲς, καὶ ὅτιπερ, εἰ ἀκριβῶς ἐρευνῷτο τὰ καθ' ἡμᾶς, οὐδεὶς τῶν τεταγμένων εἰς λειτουργίαν παντελῶς καθαρός. Ἄξιος γὰρ οὐδεὶς ἀποθίγειν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων· καὶ λοιπὸν εἰ συγκρίνοιτο τὰ καθ' ἡμᾶς καθαρὰ τῇ καθαρότητι τοῦ Χριστοῦ, ἀκάθαρτά ἐστι καὶ μεμολυσμένα, οὗπερ ἐνώπιον οὐδὲ τὰ ἄστρα καθαρὰ, κατὰ τὸν εἰπόντα. Ἀπέκειτο δὲ τὸ ὕδωρ τοῦ ἁγνισμοῦ ἔξω τῆς παρεμβολῆς δηλοῦν ὅτι ἔξω τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἡ ἐν Χριστῷ κάθαρσις. Ἀποπεφοίτηκε γὰρ αὐτῆς ἡ ἀφαγνίζουσα χάρις. «Ἰδοὺ γὰρ, φησὶν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Καὶ νεκρότης μὲν σώματος, σύμβολον φθορᾶς καὶ ἀκαθαρσίας. Ὁ δὲ τοῦ ὕδατος ῥαντισμὸς, τύπος τοῦ ἁγίου βαπτίσματος. Κατεῤῥαίνοντο δὲ τρίτην καὶ ἑβδόμην ἡμέραν. Τὸ γὰρ βάπτισμα πίστιν ἔχει τῆς τε κατὰ τὴν τρίτην ἡμέραν ἀναστάσεως τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τὴν συντέλειαν τοῦ ἑβδόμου αἰῶνος ἐπιδημίας αὐτοῦ, καθ' ἣν κρίνων, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἰ δὲ καὶ οἶκος καταμιαίνοιτο, φησὶ, τεθνεῶτός τινος ἐν αὐτῷ, ἀκάθαρτοι μὲν οἱ εἰσβαίνοντες ἐν αὐτῷ. Βδελυρὸν δὲ καὶ σκεῦος ἅπαν καὶ ἀγγεῖον οὐ πεπωμασμένον· πλὴν τῷ ὕδατι τοῦ ἁγνισμοῦ, καὶ ταῦτα διακαθαίρειν ἐκέλευσεν ὁ νόμος. Οἶκος μὲν οὖν μεμιασμένος, ἡ Συναγωγὴ τῶν κυριοκτόνων Ἰουδαίων, τεθνεῶτος ἐν αὐτοῖς τοῦ Σωτῆρος· ὅτε καὶ μᾶλλον ἐμιάνθησαν τῷ φόνῳ αὐτοῦ. Καὶ ὅσοι δὲ προσήλυτοι εἰσβαίνουσιν εἰς αὐτὴν, ἀκάθαρτοι καὶ οὗτοι σὺν αὐτῇ. Σκεύη δὲ ἐν αὐτῇ οἱ κατὰ μέρος Ἰουδαῖοι, ἀγγεῖα οὐ πεπωμασμένα, διὰ τὸ ἀφαιρεθῆναι τὴν ἀσφάλειαν τοῦ νοῦ καὶ τῆς ἀκοῆς, καὶ εἶναι προχείρους εἰς πᾶσαν κακίαν. Γνωμοδοτεῖ μὲν ὁ Ἰοθὸρ, ὑπακούει δὲ ὁ Μωσῆς, ἵνα γνῶμεν ὡς ὁ ἐξ ἐθνῶν λαὸς σοφώτερος τοῦ Ἰουδαϊκοῦ λαοῦ διὰ τῆς πίστεως γέγονε· καὶ πολλάκις ἐξ ἐθνῶν τὸν Ἰουδαῖον νομοθετήσας, πειθόμενον λαμβάνει ταῖς κατὰ Χριστὸν ἐντολαῖς. Τὸ μὲν τοῦ Μωσέως πρόσωπον ἐπέχει Χριστός· νομοθέτης γὰρ καὶ οὗτος, καὶ μεσίτης τοῦ Θεοῦ καὶ

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
