Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1237
Not analysed yet
αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται.» Ἐπεὶ γὰρ διάφοροι οἱ ἀναιρούμενοι, ἄνδρα μὲν καὶ γυναῖκα νοήσεις τοὺς παλαιοτέρους εἰς ἀρετήν. Ὧν ὁ μὲν ἰσχυρότερος εἰς φρόνησιν, ὁ δὲ ἀσθενέστερος. Υἱὸν δὲ καὶ θυγατέρα τοὺς νεωτέρους εἰς ἀρετήν· ὧν αὖθις ὁ μὲν ἰσχυρότερος, δεδουλωμένος ταῖς ἁμαρτίαις, ὧν ὁμοίως ὁ μὲν ἰσχυρότερος, ὁ δὲ ἀσθενέστερος. Διὰ δὲ τῆς ἀποτίσεως τοῦ ἀργυρίου, τὴν ἐλάττονα ζημίαν ᾐνίξατο. Οὐ γὰρ ἴσον εἰς ζημίαν ἁμαρτωλοῦ καὶ δικαίου θάνατος. Ἐάν τινος ταῦρος κερατίσῃ τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτῇ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνεῶτα διελοῦνται. Ἐὰν παρ' οὐχ ἑκόντος τινὸς ζημία γενήσεται πρὸς τινὰ, ὁ μὲν ζημιωθεὶς συμμετασχέτω τοῦ παραμείναντος κέρδους τῷ ζημιώσαντι, ὃ δηλοῦται διὰ τοῦ ζῶντος ἔτι ταύρου. Ὁ δ' ἀβουλήτως ζημιώσας, πάλιν συμμετασχέτω τῆς ζημίας· τῷ ζημιωθέντι. Ὃ γενήσεται διὰ τοῦ συλλυπεῖσθαι αὐτῷ. «Ἐὰν δὲ, φησὶ, διαμαρτυρηθείη περὶ τοῦ ταύρου, καὶ μὴ ἀφανίσῃ αὐτὸν, καὶ ἀνέλῃ τὸν ταῦρον τοῦ πλησίον, ἀποτίσει ταῦρον ἀντὶ τοῦ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.» Εἰδὼς γὰρ καὶ μὴ ἀσφαλισάμενος, δοκεῖ συγκατεργάσασθαι τὴν ἀναίρεσιν τοῦ ἀλλοτρίου· διὸ καὶ ἀπαιτεῖται μὲν δίκην ὑπὲρ τῆς ἀναιρέσεως, αὐτὸς δὲ μόνος ζημιοῦται κατὰ ψυχήν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ, τό· «Ὁ δὲ τετελυτηκὼς αὐτῷ ἔσται.» Ἐὰν ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελφῶν αὑτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καταδυναστεύσας ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος. Ὁ δι' ἀπάτης ὑφελὼν τὸν ὀρθὰ φρονεῖν ἑλόμενον, καὶ μετερχόμενον βίον ἐλεύθερον κακίας, καὶ καταδυναστεύσας καὶ ἀποδόμενος εἰς δουλείαν ἀσεβῶν δογμάτων, ἢ σωματικῶν παθῶν, ἀποθανεῖται θάνατον ψυχικόν. Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, εʹ μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου. Καὶ ὁ μόσχος καὶ τὸ πρόβατον καθαρὰ ὁμοίως καὶ τῷ Θεῷ προσαγόμενα, καὶ ἄμφω τύπος τῶν καθαρθέντων διὰ τῆς εἰς Χριστὸν πίστεως καὶ τοῦ ἀγίου βαπτίσματος, καὶ Θεῷ προσαγομένων. Διχηλοῦντες γὰρ καὶ οὗτοι ὡς διὰ πράξεως καὶ θεωρίας βαδίζοντες, καὶ μηρυκισμὸν ἀνάγοντες, ὡς τὴν παχυτέραν τοῦ λόγου τροφὴν καταλεπτύνοντες εἰς θεωρίαν ὑψηλοτέραν, καὶ ταῖς θείαις αὐλαῖς τῆς Ἐκκλησίας ἐνσεσηκισμένοι. Ἀλλ' ὁ μὲν μόσχος σύμβολον τῶν ὑψηλοτέρων· τὸ δὲ πρόβατον τῶν ὑποβεβηκότων· μείζων μὲν γὰρ ὁ μόσχος, μεῖον δὲ τὸ πρόβατον. Ἐάν τις τοιγαροῦν αἱρετικὸς κλέψῃ τινὰ τούτων λεληθότως, καὶ ἀπαγαγὼν τῆς εὐσεβείας ἀποκτείνῃ τῇ μαχαίρᾳ τῶν ἀσεβῶν δογμάτων, ἣ ἀποδῶται πά-