Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1244
Not analysed yet
ἑτέρως δὲ παραινεῖ ὁ νόμος, κερδαίνειν μὲν καὶ ὠφελεῖσθαι ἀπὸ τῆς ὁμιλίας τῶν ἐν ταῖς Ἐκκλησίαις διδασκάλων· αἱ γὰρ Ἐκκλησίαι, λήϊά τε καὶ ἀμπελῶνες· μὴ ἐπιβουλῆς [f. ἐπιβάλλῃς] τοῦ δρεπάνου, μηδὲ τὸ φαινόμενον ὑπὲρ τὴν χρείαν καὶ περιττὸν, ἐναπογράφεσθαι βίβλῳ, καθάπερ ἐμβάλλοντας εἰς ἄγγος. Ἴσως γὰρ εὑρεθήσονται ἐν αὐτῷ ἀδόκιμοι φωναὶ, καθάπερ τινὲς ἄχρηστοι ῥάγες, μὴ ἐπισκοπηθεῖσαι, μηδὲ τῆς προσηκούσης ἐπιμελείας ἀξιωθεῖσαι, διὰ τὸ αὐτοσχέδιόν τε καὶ πρόχειρον· καὶ γενήσονται σκανδάλου πρόφασις. Εἰς τοῦτο δὲ φέρει καὶ τό· «Ἐὰν συναντήσῃς νοσσιᾷ ὀρνέων, καὶ ἡ μήτηρ θάλπῃ ἐπὶ τῶν νεοσσῶν, οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήψῃ σεαυτῷ.» Πᾶσα μὲν γὰρ ἀρετὴ μήτηρ ἐστὶ τῶν ἐξ αὐτῆς κατορθωμάτων. Νοσσιὰ δὲ αὐτῆς, ἡ ψυχὴ ἐν ᾗ κατοικεῖ. Χρὴ δὲ τοῖς μὲν κατορθώμασι τῆς ἀρετῆς ὠφελεῖσθαι τοὺς ἐντυγχάνοντας καὶ ἀπολαύειν αὐτῶν, μὴ ἐπιβουλεύειν δὲ τῇ ἀρετῇ τοῦ κατορθοῦντος, μηδὲ ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀποσβέσαι αὐτὴν, διά τινος τρόπου. Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον αὐτοῦ πλανώμενον ἐν τῇ ὀδῷ, παρίδῃς αὐτὰ, ἀλλ' ἀπόστρεψον αὐτὰ τῷ ἀδελφῷ σου. Κελεύει μὴ παριδεῖν τοὺς ὑπερουσίους [ἴσ. ὑπεξουσίους] τοῦ κατὰ πίστιν ἀδελφοῦ, πλανωμένους ἐν τῇ ὁδῷ τῆς πολιτείας τῶν δογμάτων· ἀλλ' ἀποστρέφειν αὐτοὺς τῆς πλάνης, καὶ ἐπανασώζειν τῷ ἀδελφῷ, καὶ τὸ ὑστέρημα ἐκείνου ἀναπληροῦν διὰ τὴν ἀδελφίαν. «Ἐὰν δὲ, φησὶ, συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ, πλανωμένοις ἐν τῇ ὁδῷ, ἀποστρέψας ἀποδώσεις αὐτῷ.» Ὁ αὐτὸς μὲν γὰρ κἀνταῦθα περὶ τῶν ὑπεξουσίων λόγος. «Ἀγαπᾶτε δὲ, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, εὖ ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.» Ἐὰν δὲ ἴδῃς, φησὶ, τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνεγερεῖς αὐτὸ μετ' αὐτοῦ. Πίπτει γὰρ ὁ καταβαρούμενος τῷ ἄχθει τῶν πειρασμῶν, καὶ τῶν θλίψεων· ὃν δεῖ συνεγείρειν, καὶ διὰ παρακλήσεως καὶ ψυχαγωγίας. Εἰ δὲ [f. d. δεῖ] τὸν βοῦν τοῦ ἐχθροῦ σου καὶ τὸ ὑποζύγιον αὐτοῦ ἐπιμελείας ἀξιοῦν· πολλῷ μᾶλλον αὐτὸν δή που τὸν ἐχθρὸν, τὸν τῆς αὐτῆς κεκοινωνηκότα φύσεως. Οὐκ ἐρεῖς κακῶς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον. Παραινεῖ μὴ καταλαλεῖν τοῦ ἀπόντος, καὶ διὰ τοῦτο μὴ ἀκούοντος, μηδ' ἐπιβουλεύειν τῷ ἀγνοοῦντι. Διὰ μὲν γὰρ τῆς κωφότητος τὸ μὴ ἀκούειν, διὰ δὲ τῆς τυφλότητος, τὸ μὴ γινώσκειν ὑποδηλοῦται. Ἐκέλευσεν ὁ νόμος τοῖς μαστιγοῦσι τοὺς ἁμαρτήσαντας, μὴ ὑπερβαίνειν τὸν τεσσαρακοστὸν ἀριθμὸν τῶν πληγῶν· αἰνιττόμενος ὅτι αἱ μάστιγες τῶν ἁμαρτησάντων ἄχρις τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, τὸ ἐνεργὸν εἶχον, περαιτέρω δὲ οὐ προέβησαν· δωρησαμένου πᾶσι τοῖς θέλουσι πιστεύειν εἰς αὐτὸν διὰ τοῦ ἁγίου