# Collectio dictorum veteris testamenti [Sp.] 77.1245

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1245

βαπτίσματος ἐλευθερίαν τῶν ἐπὶ τοῖς πεπλημμελημένοις κολάσεων. Ἐπεὶ γὰρ ἐνηνθρώπησε μὲν τὸν πέμπτον καιρὸν, ὡς ἐν τῇ περὶ τοῦ Πάσχα λεπτομερεῖ θεωρίᾳ, ἐν τῇ βίβλῳ τοῦ Λευϊτικοῦ προδιείληπται· ἀνέστη κατὰ τὴν ηʹ ἡμέραν. Μετὰ γὰρ τὴν ζʹ, ἤτοι τὸ σάββατον, ηʹ πάντως ἡ μετ' ἐκείνην Κυριακή· πεντάκις ὀκτὼ μετρήσεις, καὶ εὑρήσεις τὸν τεσσαράκοντα, ὃν οὐχ ὑπερβαίνουσιν αἱ μάστιγες τῶν ἁμαρτημάτων. «Εἰ δ' ὑπερβήσονται, φησὶν, ἀσχημονήσει ὁ μαστιζόμενος.» Ἀσχήμων γὰρ ὄντως καὶ ἄτιμος ὁ μαστιζόμενος ἔτι· λέγω δὴ μετὰ τὴν χάριν τῆς εἰρημένης ἀφέσεως. Ἢ γὰρ ὡς μὴ πιστεύσας μαστίζεται, ἢ ὡς μετὰ τὴν ἄφεσιν ἁμαρτήσας. Οὐ καταστήσεις ἐπὶ σεαυτῷ ἄρχοντα ἄνθρωπον ἀλλότριον. Διὰ τοῦ ἀλλοτρίου ἀνθρώπου, τὸν διάβολον ὑποδηλοῖ· ὂν παρανόμως καθιστῶσιν ἑαυτοῖς ἄρχοντα, οἱ πειθαρχοῦντες ἀνοήτως ταῖς πονηραῖς αὐτοῦ εἰσηγήσεσιν· «Ἀλλ' ἐκ τῶν ἀδελφῶν σου, φησὶν, ἐκλέξῃ σεαυτῷ ἄρχοντα.» Οὗτος δέ ἐστιν ὁ Χριστὸς, ἀδελφὸς ἡμῶν, κατὰ τὴν ἐνανθρώπησιν γενόμενος, καὶ ἄρχων τῶν πειθομένων ταῖς ἐντολαῖς αὐτοῦ. Νόμιμον ἦν τοὺς ἀκουσίως φονεύσαντας εἰς τοὺς τόπους τῶν ὁρισθέντων φυγαδευτηρίων ἀπάγεσθαι καὶ φυλάττεσθαι, τοῦ ἀρχιερέως δὲ τελευτήσαντος ἀπολύεσθαι. Εἶεν δ' ἂν τοιοῦτοι φονεῖς αἱ ψυχαὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ τετελευτηκότων, φονεύσασαι μὲν ἑαυτὰς διὰ τὰς ἁμαρτίας· ἀκουσίως δὲ, ὡς παρ' αὐτῆς ἐκβιασθείσας εἰς τοῦτο. Αἳ τῆς ἰδίας γῆς διωχθεῖσαι, καὶ εἰς τὸν ᾅδην ἀπαχθεῖσαι, καθάπερ εἰς φυγαδευτήριον, ἀσφαλῶς κατείχοντο. Τοῦ δὲ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ ἀποθανόντος, ἀφείθησαν ἐκ τῆς κατὰ τὸν ᾅδην εἱρκτῆς. Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεὸς δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσιμον, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ, ὁ δὲ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος. Οὐ βρωθήσεται, καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος τῷ Κυρίῳ. Ἐν δὲ τῷ πέμπτῳ ἔτει, φάγεσθε τὸν καρπὸν αὐτοῦ. Ὁ παράδεισος μὲν ἡ Μωσαϊκὴ συγγραφὴ, καθάπερ τισὶ φυτοῖς πολυειδέσι καὶ ὡραίοις βρύουσα τοῖς καλλίστοις καὶ ποικίλοις νομοθετήμασι. Κελεύει δὲ ὁ Θεὸς περιελεῖν τὴν ἑκάστου φυτοῦ ἀκαθαρσίαν· τοῦτ' ἔστι, τὸ ἑκάστου νόμου σωματικόν τε καὶ αἰσθητόν. Ἀκαθαρσία γὰρ τοῦτο τοῖς πνευματικοῖς φυτοκόμοις, ὡς ἄχρηστόν τε καὶ βλαβερόν. Πρὸς τούτους γὰρ ὁ λόγος. Τρία μὲν οὖν ἔτη, καθ' οὓς ἦν ὁ καρπὸς τῶν φυτῶν ἀπερικάθαρτος, οἱ τρεῖς καιροί· ὁ κατὰ Μωσέα, ὁ κατὰ τὸν Ἰησοῦν τοῦ Ναυῆ, ὁ κατὰ τοὺς κριτὰς, καθ' οὓς ἦν ὁ καρπὸς τῶν νόμων ἀσυμφανής· ἤτοι τὸ κεκρυμμένον αὐτοῦ, καὶ πνευματικῶς νοούμενον, τῷ πάχει τῆς ἱστορίας καὶ τῇ σκιᾷ καλυπτόμενον. Τέταρτον δὲ ἔτος ὁ καιρὸς τῶν προφη-

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
