Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1248
Not analysed yet
τῶν, καθ' ὃν ὁ δηλωθεὶς καρπὸς ἅγιος γέγονε τῷ Κυρίῳ, λοιπὸν ἀναφερόμενος εἰς τὸν Χριστὸν, διὰ τῆς μαρτυρίας τῶν προφητικῶν φωνῶν. Πέμπτον δὲ ἕτος, ὁ πέμπτος καιρός· καθ' ὃν ὁ Χριστὸς ἐνηνθρώπησεν, ὡς ἀνωτέρω δεδήλωται. Ἔκτοτε γὰρ περιαιρεθέντος τοῦ καλύμματος, μεταλαμβάνομεν οἱ πιστοὶ χρησίμως τοῦ καρποῦ τῆς Μωσαϊκῆς νομοθεσίας. ΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΙΗΣΟΥ ΤΟΥ ΝΑΥΗ Γαβαὼ μὲν ἔστιν ὁ ὑψηλὸς νοῦς· φάραγξ δὲ, ἡ τῷ θανάτῳ ταπεινωθεῖσα σάρξ· καὶ ὁ ἥλιος μὲν, ὁ φωτίζων τὸν νοῦν λόγος καὶ χορηγῶν αὐτῷ θεωρημάτων δύναμιν, καὶ πάσης ἀγνοίας ἀπαλλάττων· σελήνη δὲ ὁ φυσικὸς νόμος, ἤγουν ἡ φυσικὴ διάκρισις, μετρίως φωτίζουσα καὶ πείθουσα τὴν σάρκα ὑποταγῆναι τῇ ψυχῇ. Φύσεως γὰρ σύμβολον ἡ σελήνη, διὰ τὸ τρεπτόν. Ὅστις γοῦν δι' εὐσεβοῦς πολιτείας παρατάσσεται πρὸς τοὺς ἀοράτους ἐχθροὺς, Ἰησοῦς ὁ τοῦ Ναυῆ γίνεται· καὶ εὔχεται στῆναι αὐτῷ τὸν μὲν ἥλιον, ὡς εἴρηται, κατὰ Γαβαὼ, τὴν δὲ σελήνην κατὰ φάραγγα· τοῦτ' ἔστι, παραμεῖναι αὐτῷ πρὸς καθαίρεσιν τῶν τῆς κακίας ὀχυρωμάτων, καὶ ἀναίρεσιν τῶν πολεμίων. Ὥσπερ μετὰ τὴν τελευτὴν Μωσέως Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν ἡγεμονίαν παρέλαβεν· οὕτω μετὰ τὴν τελευτὴν τοῦ νομικοῦ γράμματος, Ἰησοῦς ὁ Χριστὸς τὴν ἡγεμονίαν τοῦ νέου λαοῦ παρέλαβε· καὶ ὥσπερ διὰ τῶν πετρίνων μαχαιρῶν, διὰ τοῦ στεῤῥοῦ λόγου τῶν ἐντολῶν αὐτοῦ περιέτεμε τούτου τὴν πρὸς τὰ αἰσθητὰ σχέσιν, καὶ παρεσκεύασεν αὐτὸν διαπεράσαι τὸ ῥέον καὶ ἄστατον τοῦ παρόντος βίου, μὴ βραχέντα, τοῦτ ἔστι, μὴ ἐνσχεθέντα τούτῳ· τοῖς ὤμοις δὲ τῶν ἀρετῶν ἐπικειμένην φέροντα τὴν κιβωτόν· λέγω δὴ τὴν δεκτικὴν τῶν θείων μυστηρίων γνῶσιν. ΤΗΣ ΠΡΩΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Περὶ Σαοὺλ καὶ Δαβίδ. Ὁ παλαιὸς νόμος κατὰ μόνον τὸ γράμμα λαμβανόμενος, Σαούλ ἐστιν, ἐπίληπτος, ἅτε μυρίαις δονούμενος ἐναντιώσεσι, καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν. Ἡνίκα δὲ ἐπηχήσῃ αὐτῷ ἡ κιθάρα τοῦ Δαβὶδ, ἤγουν ἡ σοφία τοῦ ὑποκεκρυμμένου πνεύματος· τοῦτ' ἔστιν, ὁ πνευματικὸς νοῦς· εὐθὺ σωφρονεῖ, τοῦ πονηροῦ πνεύματος τῆς ἐναντιώσεως ἀπελαυνομένου. Καὶ δώσω, φησὶ, τὴν βασιλείαν τῷ πλησίον σου, τῷ ἀγαθῷ ὑπὲρ σέ. Καθάπερ γὰρ ὁ Δαβὶδ πλησίον ἦν τοῦ Σαοὺλ, ὡς καὶ αὐτὸς εἰς βασιλέα χρισθείς· οὕτω καὶ τὸ πνεῦμα πλησίον ἦν τοῦ ἐν τῷ νόμῳ γράμματος, ὡς ὑποκεκρυμμένον αὐτῷ. ᾯ καὶ δέδοται λοιπὸν τὸ κράτος, σβεσθέντος μὲν τοῦ κατὰ τὸ γράμμα λαμβανομένου νόμου, λάμψαντος δὲ τοῦ κατὰ τὸ πνεῦμα νοουμένου· ὃς καὶ ἀγαθὸς ἦν ὑπὲρ ἐκεῖνον, ὅσῳ καὶ πολλὰ καλλιόνα τῶν αἰσθητῶν τὰ νοητὰ, καὶ τῶν κατασπώντων εἰς γῆν, τὰ εἰς οὐρανὸν ἀνέλκοντα. Ὁ Σαοὺλ, ὁ φυσι-