# Collectio dictorum veteris testamenti [Sp.] 77.1252

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1252

ἢ γνῶσιν, καὶ ἐπὶ ταύτῃ μέγα φρονῶν, διὰ ταύτης ἁλίσκεται, φυσίωσιν ἐμποιησάσης αὐτῷ, καὶ τὴν ἐκ ταύτης ἀπώλειαν, καὶ κρεμᾶται ἀνάμεσον οὐρανοῦ καὶ γῆς. Οὔτε γὰρ ἔχει γνῶσιν ἀληθινὴν, καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν, κατασπώσης οἰήσεως· οὔτε μὴν ἀρετὴν ἀληθινὴν, καθάπερ γῆν καθέλκουσαν αὐτὸν, κατασπώσης φυσιώσεως. Τιτρώσκεται δὲ τρισὶ βέλεσι κυρίως, τῇ τε αἰσχύνῃ τῆς ἀνωφελοῦς διὰ τὴν οἴησιν πράξεως, καὶ τῇ ἐκδοχῇ τῆς αἰωνίου κολάσεως. Θνήσκει δὲ πρὸ αὐτοῦ δι' ἀγχόνης ὁ Ἀχιτόφελ, ἑρμηνευόμενος ἀδελφὸς δόλῳ φιλάζων. Τοιοῦτος δὲ ὁ διάβολος· οὐ φέρων γὰρ τὴν ἧτταν ἀπάγχεται «Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαβὶδ, γʹ ἔτη· ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Καὶ ἐζήτησε Δαβὶδ τὸ πρόσωπον Κυρίου, καὶ εἶπε Κύριος· Ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.» Δαβὶδ μὲν ὁ κατὰ τὸ πνεῦμα νόμος, ὁ βασιλεύων τῶν πνευματικῶς Θεῷ λατρευόντων Χριστιανῶν. Σαοὺλ δὲ ὁ κατὰ γράμμα νόμος, ὁ βασιλεύων τῶν σωματικῶς Θεῷ λατρευόντων Ἰουδαίων. Ἐπεὶ καὶ Δαβὶδ ἑρμηνεύεται ἐξουδένωσις, καὶ ἱκανὸς ὁράσει. Τοιοῦτος δὲ ὁ εὐαγγελικὸς νόμος· τὸ μὲν παρ' Ἰουδαίοις νομιζόμενος, τὸ δὲ παρὰ Χριστιανοῖς. Ὥσπερ καὶ Σαοὺλ ἑρμηνεύεται δεδανεισμένος, ἢ δάνειον. Τοιοῦτος δὲ ὁ Μωσαϊκὸς νόμος, κατὰ τὸ γράμμα λαμβανόμενος. Πρόσκαιρος γὰρ ἐδόθη καὶ μέχρι τῆς ἐπιδημίας τοῦ εὐαγγελικοῦ. Εἰ γὰρ καὶ αἰτητὸς ᾅδης καθ' ἕτερον λόγον ὁ Σαοὺλ ἑρμηνεύεται, ἀλλὰ τὸ δηλωθὲν σημαινόμενον ἐνταῦθα οἰκεῖον. Γαβαωνῖται δὲ, οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότεροι λόγοι. Γαβαωνῖται γὰρ ὀρεινοὶ ἢ μετέωροι ἑρμηνεύονται. Οὓς διέσωσεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀποκτείνας τοὺς πολεμοῦντας αὐτοῖς εʹ βασιλεῖς· καὶ κατέστησεν αὐτοὺς τῇ σκηνῇ ξυλοφόρους καὶ ὑδροφόρους, προτυπῶν τὸν Ἰησοῦν Χριστὸν, ὃς ἀπέκτεινε τοὺς κατὰ τὴν πενταδικὴν αἴσθησιν πολεμοῦντας τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις, ἐμπαθεῖς λογισμοὺς καὶ τρόπους, καὶ περιποιησάμενος. Τούτους δὲ τοὺς νοητοὺς Γαβαωνίτας κατέστησε τῇ σκηνῇ τῶν θείων μυστηρίων, ξυλοφόρους μὲν, ὡς χορηγοῦντας ὕλην ἐξαπτικὴν τοῦ φωτὸς τῆς γνώσεως· ὑδροφόρους δὲ, ὡς κομίζοντας ῥύψιν τῶν παθῶν· ἡ γὰρ ἐν πνεύματι φυσικὴ θεωρία μέση τις οὖσα τύπων καὶ ἀληθείας, τῶν μὲν ἀπάγει, πρὸς δὲ τὴν ἐπανάγει. Τούτους τοίνυν ἀναιρεῖ καὶ ἔξω ποιεῖ τῆς τῶν θείων μυσταγωγίας Σαοὺλ, ὁ τοῦ γράμματος νόμος, ὁ τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων βασιλεύων· καὶ εἴ τις μόνου τοῦ γράμματος ἀντεχόμενος, ἀθετεῖ τὸ ὑποκρυπτόμενον τῷ γράμματι πνεῦμα. Τυποῦσι δὲ οἱ Γαβαωνῖται καὶ τὴν ἐθνικὴν μερίδα τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ, καὶ προσταττομένων ξυλοφορεῖν καὶ ὑδροφορεῖν, τοῦτ' ἔστι, τὴν περὶ τοῦ σωτηρίου σταυροῦ καὶ ζωοποιοῦ βαπτίσματος γνῶσιν βαστάζειν· καὶ διὰ μὲν τῆς πρακτικῆς· ὡς ξύλα τὴν

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
