# Collectio dictorum veteris testamenti [Sp.] 77.1253

Cyrillus, Collectio dictorum veteris testamenti [Sp.], Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/collectio-dictorum-veteris-testamenti-sp/77.1253

νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν παραφέρειν· διὰ δὲ τῆς θεωρητικῆς, ὡς ὕδωρ τὴν ἐπιῤῥοὴν τῆς γνώσεως. Ὠργίσθη μὲν οὖν ὁ Θεὸς, διὰ τὴν τῶν Γαβαωνιτῶν ἀναίρεσιν. Ἐπήγαγε δὲ τὸν λιμὸν, οὐκ ἐν ταῖς ἡμέραις τοῦ ἀνελόντος αὐτοὺς Σαοὺλ, ἀλλὰ ἐν ταῖς τοῦ Δαβίδ· ὅτι μηδὲ πέφυκε, ζῶντος τοῦ νομικοῦ γράμματος καὶ βασιλεύοντος τῶν σωματικῶν καὶ παχῶν τὴν διάνοιαν Ἰουδαίων, γνωσθῆναι τὸν λιμὸν τῆς πνευματικῆς γνώσεως· ἀλλ' ἀποθανόντος ἐκείνου τῷ πέρατι τοῦ χρόνου τοῦ ὁρισθέντος τῇ σωματικῇ λατρείᾳ τοῦ νόμου, μᾶλλον ἐν ταῖς ἡμέραις Δαβὶδ γενέσθαι, τοῦ νομικοῦ λέγω πνεύματος, τοῦ ὑποκεκρυμμένου τῷ γράμματι, λάμψαντος ἤδη καὶ βασιλεύοντος τῶν πνευματικῶν καὶ λεπτῶν τὴν διάνοιαν Χριστιανῶν. Οἱ μὲν γὰρ περὶ τὸν εἰρημένον Σαοὺλ, μηδέποτε πνευματικῶς γνώσεως ἀπολαύσαντες, οὐδὲ τὸν λιμὸν αὐτῆς ἠδύναντο γνῶναι. Λιμὸς γάρ ἐστιν ἔκλειψις τῶν κατὰ πεῖραν ἀγαθῶν ἐγνωσμένων. Ἐνταῦθα δὲ καὶ σπάνις τῶν πνευματικῶν τῆς ψυχῆς βρωμάτων. Οἱ δ' ἀμφὶ τὸν δηλωθέντα Δαβὶδ, οὗτοι μάλιστα λιμώττουσι τοῦτον τὸν λιμὸν, ὅταν περιέπωσι τὸ γένος Σαοὺλ, ἐν τῷ περιέπειν τὸ γράμμα, καὶ σωματικῶς ἐκδέχεσθαι τὰ τῆς θείας Γραφῆς. Περὶ οὗ γένους προϊόντες ἐροῦμεν. Λιμὸς δὲ τριῶν ἐτῶν, ἡ ἔλλειψις τῆς κατὰ τοὺς τρεῖς νόμους, τόν τε φυσικὸν καὶ τὸν Μωσαϊκὸν, καὶ τὸν εὐαγγελικὸν, πνευματικῆς γνώσεως. Ἡ γὰρ ἔνδεια τῆς κατὰ τὸν Μωσαϊκὸν νόμον πνευματικῆς θεωρίας, ἔχει παρεπομένην καὶ τὴν κατὰ τὸν φυσικὸν, καὶ τὴν κατὰ τὸν εὐαγγελικόν· διὸ καὶ ἀλλήλων ἔχεσθαι λέγονται. Καὶ ἄλλως γὰρ ὁ τὸν Μωσαϊκὸν νόμον σωματικῶς λαμβάνων, λιμώττει τὰ τρία ταῦτα ἀρετὴν, καὶ θέωσιν. Ὥσπερ δὲ τὸ πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ' ἕκαστον, οὕτως καὶ ἡ πνευματικὴ γνῶσις ἐμφατικῶς χαρακτηρίζει τὸ Θεῖον· ἣν ὁ ἐκζητῶν, λέγεται ἐκζητεῖν τὸ πρόσωπον τοῦ Κυρίου, κατὰ τὸν Δαβὶδ, καὶ μανθάνει τὴν αἰτίαν τοῦ τοιούτου λιμοῦ, ὅτι κατὰ τοῦ Σαοὺλ, καὶ κατὰ τοῦ οἴκου αὐτοῦ ἡ ἀδικία αὕτη, ἣν ἠδίκησε τοὺς Γαβαωνίτας. Ἀνθ' ὅτου γὰρ, φησὶν, ἐθανάτωσε τοὺς Γαβαωνίτας, ὡς προτεθεώρηται. Οἶκος δὲ Σαοὺλ τὸ γένος αὐτοῦ, τοῦτ' ἔστιν, οἱ ἀγαπῶντες αὐτόν. Εἶεν δ' ἂν οὗτοι οἱ μόνοι τοῦ γράμματος ἀντεχόμενοι. «Καὶ ἐκάλεσε, φησὶ, Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνὴρ ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐδίωξεν ἡμᾶς, καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Δότε ἡμῖν ζʹ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς βʹ υἱοὺς Ῥεσφᾶς παλλακῆς Σαοὺλ, τὸν Ἑρμονθὶ, καὶ τὸν Μεμφιβοσὲθ, καὶ τοὺς εʹ υἱοὺς Μερὼβ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσριὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαονιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου, καὶ ἔπεσον ἐκεῖ οἱ ζʹ

---

Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg124.local001/.
