# Commentarii in Joannem (additamenta) 7

Cyrillus, Commentarii in Joannem (additamenta), Fragment 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem-additamenta/7

Jo 10, 37—38 Λέγει δὲ καὶ κατὰ Ἀρειανῶν καὶ ὅτι οὐκ ἔστιν ὅμοιον τοῦτο τῷ πρὸς τοὺς μαθητὰς εἰρημένῳ· καὶ γὰρ ὁ κύριος εἰπὼν πρὸς αὐτοὺς «ἐὰν ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ πατρὸς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ» ἑρμηνεύων, ὅτι ἐκεῖνος μενεῖ ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ ὁ ποιῶν τὰς αὐτοῦ ἐντολάς, ὅπερ οὐκ ἀνάγει εἰς ὁμοουσιότητα τοῦ υἱοῦ τοὺς μαθητὰς δυναμένους καὶ ἀπογενέσθαι διὰ τοῦ μηκέτι θέλειν ποιεῖν τὰς αὐτοῦ ἐντολάς, εἰ καὶ ὁ υἱὸς ἀτρέπτως ποιεῖ τὸ τῷ πατρὶ δοκοῦν ὡς θεὸς φύσει, εἰ καὶ ὡς ἄνθρωπος πρὸς τὴν ἡμῶν ὠφέλειαν ταῦτά φησιν, ἵνα μιμησώμεθα αὐτὸν καθὼς δυνατόν. τὸ οὖν θέλειν καὶ μὴ θέλειν οὐκ ἐν οὐσίαις καὶ φύσεως λόγῳ νοοῦμεν, ἀλλ' ἐν προαιρέσει, ὅπερ ἐστὶν ἐπὶ τῶν μαθητῶν, οὐ μὴν ἐπὶ υἱῷ· ἐκ γὰρ τῶν ὄντων τῷ υἱῷ φυσικῶν ἀγαθῶν νοοῦμεν, ὅτι ὁμοούσιός ἐστι τῷ πατρί, οὐ μὴν ἐξ ἐκείνων ἅπερ ἐν ἡμῖν γίνεται καὶ ἀπογίνεται.

---

Cyrillus Theol., Commentarii in Joannem (additamenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg031.local001/.
